Παρασκευή 19 Μαρτίου 2021

Χαιρετισμοί Υπεραγίας Θεοτόκου

 




Χαιρετισμοί της Υπεραγίας Θεοτόκου

 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνη τοῦ Ἰωσήφ
σπουδῇ ἐπέστη ὁ Ἀσώματος, λέγων τη Ἀπειρογάμω:
ὁ κλινας τη καταβάσει τοὺς οὐρανούς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί.
Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι,
Χαῖρε, Νύμφη ἀνύμφευτε!

 

ΣΤΑΣΙΣ Α'

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη,
εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)·
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε,
ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·

Χαῖρε, δι΄ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι΄ ἧς ἡ ἀρὰ ἐκλείψει·
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις·
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον
καὶ ἀγγέλων ὀφθαλμοῖς·
Χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα·
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως·
Χαῖρε, δι΄ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι΄ ἧς βρεφουργειται ο Κτίστης·
Χαῖρε, νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως·
Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται·
ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πως λέγεις; κράζων· Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα·
Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι -
πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω·

Χαῖρε͵ βουλῆς ἀπορρήτου μύστις͵ χαῖρε͵ σιγῇ δεομένων πίστις·
Χαῖρε͵ τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον͵ χαῖρε͵ τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον·
Χαῖρε͵ κλῖμαξ ἐπουράνιε͵ δι΄ ἧς κατέβη ὁ Θεός· χαῖρε͵ γέφυρα μετάγουσα τοὺς ἐκ γῆς
πρὸς οὐρανόν·
Χαῖρε͵ τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε͵ τὸ τῶν δαιμόνων πολυθρήνητον
τραῦμα·
Χαῖρε͵ τὸ φῶς ἀρρήτως γεννήσασα· χαῖρε͵ τὸ πῶς μηδένα διδάξασα·
Χαῖρε͵ σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε͵ πιστῶν καταυγάζουσα φρένας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ·
καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι
τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.

Έχουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ·
τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε
καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε͵ βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε͵ καρποῦ ἀκηράτου κτῆμα·
Χαῖρε͵ γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε͵ φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα·
Χαῖρε͵ ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε͵ τράπεζα βαστάζουσα εὐθηνίαν
ἱλασμῶν·
Χαῖρε͵ ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε͵ ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις·
Χαῖρε͵ δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε͵ παντὸς τοῦ κόσμου ἐξίλασμα·
Χαῖρε͵ θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε͵ θνητῶν πρὸς Θεὸν παρρησία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη,
πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν ἄμεμπτε·
μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου ἔφη· Ἀλληλούϊα.


ΣΤΑΣΙΣ Β'

῎Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·
καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον
ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα͵ ἣν ὑμνοῦντες εἶπον·

Χαῖρε͵ ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε͵ αὐλὴ λογικῶν προβάτων·
Χαῖρε͵ ἀοράτων εχθρῶν ἀμυντήριον· χαῖρε͵ παραδείσου θυρῶν ἀνοικτήριον·
Χαῖρε͵ ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· χαῖρε͵ ὅτι τὰ ἐπίγεια συγχορεύουσι ουρανοῖς·
Χαῖρε͵ τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε͵ τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος·
Χαῖρε͵ στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε͵ λαμπρὸν τῆς χάριτος γνώρισμα·
Χαῖρε͵ δι΄ ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε͵ δι΄ ἧς ἐνεδύθημεν δόξαν·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ·
καὶ ὡς λύχνον κρατοῦντες αὐτόν͵ δι΄ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα·
καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούϊα.

Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους·
καὶ Δεσπότην νοοῦντες αὐτόν͵ εἰ καὶ δούλου ἔλαβε μορφήν͵
ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ·

Χαῖρε͵ ἀστέρος ἀδύτου μήτηρ· χαῖρε͵ αὐγὴ μυστικῆς ἡμέρας·
χαῖρε͵ τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε͵ τῆς Τριάδος τοὺς μύστας φωτίζουσα·
χαῖρε͵ τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε͵ Κύριον φιλάνθρωπον
ἐπιδείξασα Χριστόν·
χαῖρε͵ ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε͵ ἡ τοῦ βορβόρου ῥυομένη
τῶν ἔργων·
χαῖρε͵ πυρὸς προσκύνησιν παύσασα· χαῖρε͵ φλογὸς παθῶν ἀπαλλάττουσα·
χαῖρε͵ πιστων ὁδηγὲ σωφροσύνης· χαῖρε͵ πασῶν γενεῶν εὐφροσύνη·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα͵
ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν͵
ἀφέντες τὸν Ἡρώδη ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος·
τὰ γὰρ εἴδωλα ταύτης͵ Σωτήρ͵ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν·
οἱ τούτων δὲ ῥυσθέντες εβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε͵ ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε͵ κατάπτωσις τῶν δαιμόνων·
Χαῖρε͵ τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε͵ τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα·
Χαῖρε͵ θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε͵ πέτρα ἡ ποτίσασα τοὺς διψῶντας
τὴν ζωήν·
Χαῖρε͵ πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε͵ σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης·
Χαῖρε͵ τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε͵ τρυφῆς ἁγίας διάκονε·
Χαῖρε͵ ἡ γῆ ἡ τῆς ἐπαγγελίας· χαῖρε͵ ἐξ ἧς ῥέει μέλι καὶ γάλα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος͵
ἐπεδόθης ὡς βρέφος αὐτῷ͵ ἀλλ΄ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος·
διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων· Ἀλληλούϊα.

 

ΣΤΑΣΙΣ Γ'

Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ΄ αὐτοῦ γενομένοις͵
ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην͵ ὥσπερ ἦν͵ ἄφθορον͵
ἱνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες·

Χαῖρε͵ τὸ ἄνθος τῆς ἀφθαρσίας· χαῖρε͵ τὸ στέφος τῆς ἐγκρατείας·
Χαῖρε͵ ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε͵ τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα·
Χαῖρε͵ δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί· χαῖρε͵ ξύλον εὐσκιόφυλλον͵
ὑφ΄ οὗ σκέπονται πολλοί·
Χαῖρε͵ κυοφοροῦσα οδηγόν πλανωμένοις· χαῖρε͵ ἀπογεννῶσα λυτρωτήν αιχμαλώτοις·
Χαῖρε͵ Κριτοῦ δικαίου δυσώπησις· χαῖρε͵ πολλῶν πταιόντων συγχώρησις·
Χαῖρε͵ στολὴ τῶν γυμνῶν παρρησίας· χαῖρε͵ στοργὴ πάντα πόθον νικῶσα·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου͵ τὸν νοῦν εἰς οὐρανόν μεταθέντες·
διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος͵
βουλόμενος ἑλκυσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.

Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ΄ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος·
συγκατάβασις γὰρ θεϊκή͵ οὐ μετάβασις δὲ τοπικὴ γέγονε
καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·

Χαῖρε͵ Θεοῦ ἀχωρήτου χώρα· χαῖρε͵ σεπτοῦ μυστηρίου θύρα·
Χαῖρε͵ τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε͵ τῶν πιστῶν ἀναμφίβολον καύχημα·
Χαῖρε͵ ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ· χαῖρε͵ οἴκημα πανάριστον
τοῦ ἐπὶ τῶν Σεραφίμ·
Χαῖρε͵ ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε͵ ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα·
Χαῖρε͵ δι΄ ἧς ἐλύθη παράβασις· χαῖρε͵ δι΄ ἧς ἠνοίχθη παράδεισος·
Χαῖρε͵ ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας· χαῖρε͵ ἐλπὶς ἀγαθῶν αἰωνίων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον·
τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον͵
ἡμῖν μὲν συνδιάγοντα͵ ἀκούοντα δὲ παρὰ πάντων ούτως· Ἀλληλούϊα.

Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί͵ Θεοτόκε·
ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας;
ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν·

Χαῖρε͵ σοφίας Θεοῦ δοχεῖον· χαῖρε͵ προνοίας αὐτοῦ ταμεῖον·
Χαῖρε͵ φιλοσόφους ἀσόφους δεικνύουσα· χαῖρε͵ τεχνολόγους ἀλόγους ἐλέγχουσα·
Χαῖρε͵ ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί· χαῖρε͵ ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων
ποιηταί·
Χαῖρε͵ τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε͵ τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα·
Χαῖρε͵ βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε͵ πολλοὺς ἐν γνώσει φωτίζουσα·
Χαῖρε͵ ὁλκὰς τῶν θελόντων σωθῆναι· χαῖρε͵ λιμὴν τῶν τοῦ βίου πλωτήρων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε·
καὶ ποιμὴν ὑπάρχων ὡς Θεὸς δι΄ ἡμᾶς ἐφάνη καθ΄ ἡμᾶς άνθρωπος·
ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει· Ἀλληλούϊα.

 

ΣΤΑΣΙΣ Δ'

Τεῖχος εἶ τῶν παρθένων͵ Θεοτόκε Παρθένε͵ καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων·
ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε Ποιητής͵ ἄχραντε͵
οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντα σοι προσφωνεῖν διδάξας·

Χαῖρε͵ ἡ στήλη τῆς παρθενίας· χαῖρε͵ ἡ πύλη τῆς σωτηρίας·
Χαῖρε͵ ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε͵ χορηγὲ θεϊκῆς ἀγαθότητος·
Χαῖρε͵ σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε͵ σὺ γὰρ ἐνουθέτησας
τοὺς συληθέντας τὸν νοῦν·
Χαῖρε͵ ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε͵ ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα·
Χαῖρε͵ παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε͵ πιστοὺς κυρίῳ ἁρμόζουσα·
Χαῖρε͵ καλὴ κουροτρόφε παρθένων· χαῖρε͵ ψυχῶν νυμφοστόλε ἁγίων·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου·
ἰσαρίθμους γαρ τη ψάμμω ᾠδὰς, ἂν προσφέρωμέν σοι͵ Βασιλεῦ ἅγιε͵
οὐδὲν τελοῦμεν ἄξιον͵ ὧν δέδωκας ημιν τοῖς σοὶ βοῶσιν· Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον·
τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας͵
αὐγῇ τὸν νοῦν φωτίζουσα͵ κραυγῇ δὲ τιμωμένη ταῦτα·

Χαῖρε͵ ἀκτὶς νοητοῦ ἡλίου· χαῖρε͵ βολις τοῦ ἀδύτου φέγγους·
Χαῖρε͵ ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε͵ ὡς βροντὴ τοὺς ἐχθροὺς
καταπλήττουσα·
Χαῖρε͵ ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε͵ ὅτι τὸν πολύρρητον
ἀναβλύζεις ποταμόν·
Χαῖρε͵ τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε͵ τῆς ἁμαρτίας
ἀναιροῦσα τὸν ῥύπον·
Χαῖρε͵ λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε͵ κρατὴρ κιρνῶν ἀγαλλίασιν·
Χαῖρε͵ ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε͵ ζωὴ μυστικῆς εὐωχίας·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων͵
ἐπεδήμησε δι΄ ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος·
καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως· Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν Τόκον, ανυμνοῦμεν σε πάντες ὡς ἔμψυχον ναόν͵ Θεοτόκε·
ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν͵
ἐδόξασεν͵ ἐδίδαξε βοᾶν σοι πάντας·

Χαῖρε͵ σκηνὴ τοῦ θεοῦ καὶ Λόγου· χαῖρε͵ ἁγία ἁγίων μείζων·
Χαῖρε͵ κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι· χαῖρε͵ θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε·
Χαῖρε͵ τίμιον διάδημα βασιλέων εὐσεβῶν· χαῖρε͵ καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν·
Χαῖρε͵ τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε͵ τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος·
Χαῖρε͵ δι΄ ἧς ἐγείρονται τρόπαια· χαῖρε͵ δι΄ ἧς ἐχθροὶ καταπίπτουσι·
Χαῖρε͵ φωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε ψυχῆς τῆς ἐμῆς σωτηρία·
Χαῖρε͵ νύμφη ἀνύμφευτε.

Ὦ Πανύμνητε Μητερ͵ ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον (γ΄)͵
δεξαμένη τὴν νῦν προσφοράν͵ ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας
καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.

Τη ὑπερμάχω στρατηγῶ τὰ νικητήρια,
ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια,
ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε,
ἀλλ' ὦς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον
ἵνα κράζω σοί, Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

-----------------------------------------------------------------------------------------------------------------------------------------------

Δευτέρα 30 Ιανουαρίου 2012

Αναλόγιο






    
















ΑΡΧΙΚΗ ΣΕΛΙΔΑ




                


ΑΝΑΛΟΓΙΟ
                    
                     
                    1.   Εσπερινός
                    2.  Απόδειπνο
                   
                    3.  Προοιμιακή Προσευχή

                    4.  Μεσονυκτικός
                   
                    5. 
Κανών Ικετήριος στον Κ.η.Ι.Χ.

                   
                    6.  
Παράκληση στην Παναγία
                    7.   Ακολουθία των Ωρών
                   
                    8.  Όρθρος
                    9.  Θεία Λειτουργία της Κυριακής

                   
       

                   
                                       
                                        








      








Παρασκευή 16 Δεκεμβρίου 2011

Ευχαριστία μετά την Θεία Μετάληψη









ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑ ΜΕΤΑΛΗΨΙΝ





Στίχοι προτρεπτικοί·
Ἐπὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας τῶν ζωοποιῶν μυστικῶν δωρημάτων, ὕμνησον εὐθύς,
εὐχαρίστησον μέγα
καὶ τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε ·

Δ
όξα σοι ὁ Θεός ·  δόξα σοι ὁ Θεός ·  δόξα σοι, ὁ Θεός!




Καὶ ἀμέσως, τὰς ἐπομένας εὐχαριστηρίους Εὐχάς·


Ἀνωνύμου.

Εὐχαριστῶ σοι Κύριε, ὁ Θεός μου
, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι με τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας.

Ἀλλά, Δέσποτα φιλάνθρωπε
, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ.

Καὶ οὕτω
τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν.


Μεγάλου Βασιλείου.

Δέσποτα Χριστὲ ὁ Θεός
, βασιλεῦ τῶν αἰώνων καὶ δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς καὶ ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου μυστηρίων.

Δέομαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε
· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ δώρησαί μοι ἐν καθαρῷ συνειδότι μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Συμεὼν τοῦ Μεταφραστοῦ.
. . . . . . .
Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς
καὶ μόνος ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν
καὶ λαμπρότης·
καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ,
δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν.


Ἀνωνύμου.

Τὸ Σῶμά σου τὸ ἅγιον
, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου, ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.


Ἀνωνύμου. Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.

Παναγία Δέσποινα, Θεοτόκε
, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ Τιμίου Αἵματος τοῦ Υἱοῦ σου.

Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς
, φώτισόν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου.

Καὶ ἀξίωσόν με
, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. 

Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας.  Ἀμήν. 




Νῦν ἀπολύεις τὸν δοῦλον σου Δέσποτα, κατὰ τὸ ῥῆμα σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Δόξα σοι Κύριε, δόξα σοι!












Ευχές της Μεταλήψεως








Ευχές της Θείας Μεταλήψεως



Ψαλμὸς ΚΒ´ (22)
 

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει
· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ´ ἐμοῦ εἶ. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξει με, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
Ψαλμὸς ΚΓ´ (23)  

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς
· ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὑτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.

Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.
Ψαλμὸς ΡΙΕ´ (115)

Ἐπίστευσα, διὸ ἐλάλησα
· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου· διέῤῥηξας τοὺς δεσμούς μου. Σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ σου, Ἱερουσαλήμ.



ΕΥΧΗ Α´  (Τοῦ Μεγάλου Βασιλείου).

Δέσποτα
Κύριε Ἰησοῦ Χριστέ
, ὁ Θεὸς ἡμῶν, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, ὁ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως δημιουργός, ὁ τοῦ ἀνάρχου Πατρὸς συναΐδιος Υἱὸς καὶ συνάναρχος, ὁ δι᾿ ὑπερβολὴν ἀγαθότητος ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν σάρκα φορέσας καὶ σταυρωθεὶς καὶ τυθεὶς ὑπὲρ τῶν ἀχαρίστων καὶ ἀγνωμόνων ἡμῶν καὶ τῷ οἰκείῳ σου Αἵματι ἀναπλάσας τὴν φθαρεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἡμῶν, αὐτὸς ἀθάνατε Βασιλεῦ, πρόσδεξαι κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν καὶ κλῖνον τὸ οὖς σου ἐπ᾿ ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου· ἥμαρτον γάρ Κύριε, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὔκ εἰμι ἄξιος ἀτενίσαι εἰς τὸ ὕψος τῆς δόξης σου· παρώργισα γάρ σου τὴν ἀγαθότητα, τὰς σὰς ἐντολὰς παραβὰς καὶ μὴ ὑπακούσας τοῖς σοῖς προστάγμασιν.

Ἀλλὰ σύ Κύριε, ἀνεξίκακος ὤν
, μακρόθυμός τε καὶ πολυέλεος, οὐ παρέδωκάς με συναπολέσθαι ταῖς ἀνομίαις μου, τὴν ἐμὴν πάντως ἀναμένων ἐπιστροφήν. Σὺ γὰρ εἶπας φιλάνθρωπε, διὰ τοῦ προφήτου σου, ὅτι οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· οὐ γὰρ βούλει, Δέσποτα, τὸ πλάσμα τῶν σῶν ἀπολέσθαι χειρῶν, οὐδὲ εὐδοκεῖς ἐπ᾿ ἀπωλείᾳ ἀνθρώπων, ἀλλὰ θέλεις πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διὸ κἀγώ, εἰ καὶ ἀνάξιός εἰμι τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς, ὅλον ἑμαυτὸν ὑποτάξας τῇ ἁμαρτίᾳ καὶ ταῖς ἡδοναῖς δουλώσας καὶ τὴν σὴν ἀχρειώσας εἰκόνα, ἀλλὰ ποίημα καὶ πλάσμα σὸν γεγονώς, οὐκ ἀπογινώσκω τὴν ἐμαυτοῦ σωτηρίαν ὁ ἄθλιος· τῇ δὲ σῇ ἀμετρήτῳ εὐσπλαγχνίᾳ θαῤῥήσας προσέρχομαι.

Δέξαι οὖν κἀμέ, φιλάνθρωπε Χριστέ
, ὡς τὴν Πόρνην, ὡς τὸν Λῃστήν, ὡς τὸν Τελώνην καὶ ὡς τὸν Ἄσωτον· καὶ ἆρόν μου τὸ βαρὺ φορτίον τῶν ἁμαρτιῶν, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου καὶ τὰς ἀσθενείας τῶν ἀνθρώπων ἰώμενος· ὁ τοὺς κοπιῶντας καὶ πεφορτισμένους πρὸς σεαυτὸν καλῶν καὶ ἀναπαύων· ὁ μὴ ἐλθὼν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· δίδαξόν με ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεώς μου, τῶν ἁγιασμάτων σου τὴν μερίδα ὑποδεχόμενος, ἑνωθῶ τῷ ἁγίῳ Σώματί σου καὶ Αἵματι καὶ ἕξω σε ἐν ἐμοὶ κατοικοῦντα καὶ μένοντα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι.

Ναί, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου
· καὶ μὴ εἰς κρῖμά μοι γένοιτο ἡ μετάληψις τῶν ἀχράντων καὶ ζωοποιῶν Μυστηρίων σου, μηδὲ ἀσθενὴς γενοίμην ψυχῇ τε καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν· ἀλλὰ δός μοι, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς Πνεύματος ἁγίου κοινωνίαν, εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς εὐπρόσδεκτον ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου· ὅπως ἂν κἀγώ, σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου, μέτοχος γένωμαι τῶν ἀκηράτων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε· ἐν οἷς δεδοξασμένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΕYXH B´
(τοῦ αὐτοῦ).

Οἶδα
, Κύριε
, ὅτι ἀναξίως μεταλαμβάνω τοῦ ἀχράντου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος καὶ ἔνοχός εἰμι καὶ κρῖμα ἐμαυτῷ ἐσθίω καὶ πίνω, μὴ διακρίνων τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Χριστοῦ καὶ Θεοῦ μου· ἀλλὰ τοῖς οἰκτιρμοῖς σου θαῤῥῶν, προσέρχομαί σοι τῷ εἰπόντι "Ὁ τρώγων μου τὴν Σάρκα καὶ πίνων μου τὸ Αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ."

Σπλαγχνίσθητι
οὖν Κύριε καὶ μὴ παραδειγματίσῃς με τὸν ἁμαρτωλόν, ἀλλὰ ποίησον μετ᾿ ἐμοῦ κατὰ τὸ ἔλεός σου· καὶ γενέσθω μοι τὰ ἅγια ταῦτα εἰς ἴασιν καὶ κάθαρσιν καὶ φωτισμὸν καὶ φυλακτήριον καὶ σωτηρίαν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος· εἰς ἀποτροπὴν πάσης φαντασίας καὶ πονηρᾶς πράξεως καὶ ἐνεργείας διαβολικῆς, κατὰ διάνοιαν τῆς ἐν τοῖς μέλεσί μου ἐνεργουμένης· εἰς παῤῥησίαν καὶ ἀγάπην τὴν πρὸς σέ· εἰς διόρθωσιν βίου καὶ ἀσφάλειαν· εἰς αὔξησιν ἀρετῆς καὶ τελειότητος· εἰς πλήρωσιν ἐντολῶν· εἰς Πνεύματος ἁγίου κοινωνίαν· εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου· μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.

ΕΥΧΗ Γ´  (Ἰωάννου τοῦ Χρυσοστόμου).

Κύριε
ὁ Θεός μου, οἶδα
, ὅτι οὔκ εἰμι ἄξιος οὐδὲ ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς τοῦ οἴκου τῆς ψυχῆς, διότι ὅλη ἔρημος καὶ καταπεσοῦσά ἐστι καὶ οὐκ ἔχεις παρ᾿ ἐμοὶ τόπον ἄξιον τοῦ κλῖναι τὴν κεφαλήν. Ἀλλ᾿ ὡς ἐξ ὕψους δι᾿ ἡμᾶς ἐταπείνωσας σεαυτόν, συμμετρίασον καὶ νῦν τῇ ταπεινώσει μου. Καὶ ὡς κατεδέξω ἐν τῷ σπηλαίῳ καὶ φάτνῃ ἀλόγων ἀνακλιθῆναι, οὕτω κατάδεξαι καί ἐν τῇ φάτνῃ τῆς ἀλόγου μου ψυχῆς καὶ ἐν τῷ ἐσπιλωμένῳ μου σώματι εἰσελθεῖν. Καὶ ὡς οὐκ ἀπηξίωσας εἰσελθεῖν καὶ συνδειπνῆσαι ἁμαρτωλοῖς ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, οὕτω κατάδεξαι εἰσελθεῖν καὶ εἰς τὸν οἶκον τῆς ταπεινῆς μου ψυχῆς, τοῦ λεπροῦ καὶ ἁμαρτωλοῦ. Καὶ ὡς οὐκ ἀπώσω τὴν ὁμοίαν μοι πόρνην καὶ ἁμαρτωλόν, προσερχομένην καὶ ἁπτομένην σου, οὕτω σπλαγχνίσθητι καὶ ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ, προσερχομένῳ σοι καὶ ἁπτομένῳ σου. Καὶ ὡς οὐκ ἐβδελύξω τὸ ῥυπαρὸν ἐκείνης στόμα καὶ ἐναγὲς καταφιλοῦν σε, μηδὲ ἐμοῦ βδελύξῃ τὸ ῥυπαρώτερον ἐκείνης στόμα καὶ ἐναγέστερον, μηδὲ τὰ ἔμμυσα καὶ ἀκάθαρτά μου χείλη καὶ βέβηλα καὶ τὴν ἀκαθαρτοτέραν μου γλῶσσαν.

Ἀλλὰ
γενέσθω μοι ὁ ἄνθραξ τοῦ παναγίου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος, εἰς ἁγιασμὸν καὶ φωτισμὸν καὶ ῥῶσιν τῆς ταπεινῆς μου ψυχῆς καὶ τοῦ σώματος· εἰς κουφισμὸν τοῦ βάρους τῶν πολλῶν μου πλημμελημάτων,  εἰς φυλακτήριον πάσης διαβολικῆς ἐνεργείας· εἰς ἀποτροπὴν καὶ ἐμπόδιον τῆς φαύλης μου καὶ πονηρᾶς συνηθείας· εἰς ἀπονέκρωσιν τῶν παθῶν· εἰς περιποίησιν τῶν ἐντολῶν σου· εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν. Οὐ γὰρ ὡς καταφρονῶν προσέρχομαί σοι, Χριστὲ ὁ Θεός, ἀλλ᾿ ὡς θαῤῥῶν τῇ ἀφάτῳ σου ἀγαθότητι καὶ ἵνα μή, ἐπὶ πολὺ ἀφιστάμενος τῆς κοινωνίας σου, θηριάλωτος ὑπὸ τοῦ νοητοῦ λύκου γένωμαι.

Διὸ
δέομαί σου, ὡς μόνος ὢν ἅγιος Δέσποτα, ἁγίασόν μου τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸν νοῦν καὶ τὴν καρδίαν, τοὺς νεφροὺς καὶ τὰ σπλάγχνα καὶ ὅλον με ἀνακαίνισον καὶ ῥίζωσον τὸν φόβον σου ἐν τοῖς μέλεσί μου καὶ τὸν ἁγιασμόν σου ἀνεξάλειπτον ἀπ᾿ ἐμοῦ ποίησον. Καὶ γενοῦ μοι βοηθὸς καὶ ἀντιλήπτωρ, κυβερνῶν ἐν εἰρήνῃ τὴν ζωήν μου, καταξιῶν με καὶ τῆς ἐκ τῶν δεξιῶν σου παραστάσεως μετὰ τῶν ἁγίων σου· εὐχαῖς καὶ πρεσβείαις τῆς παναχράντου σου Μητρός, τῶν ἀΰλων σου λειτουργῶν καὶ ἀχράντων Δυνάμεων καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ᾿ αἰῶνος σοι εὐαρεστησάντων. Ἀμήν.

ΕΥΧΗ Δ´
  (τοῦ αὐτοῦ).

Οὔκ
εἰμι ἱκανός, Δέσποτα Κύριε
, ἵνα εἰσέλθῃς ὑπὸ τὴν στέγην τῆς ψυχῆς μου· ἀλλ᾿ ἐπειδὴ βούλει σύ, ὡς φιλάνθρωπος οἰκεῖν ἐν ἐμοί, θαῤῥῶν προσέρχομαι. Κελεύεις, ἀναπετάσω τὰς πύλας, ἃς σὺ μόνος ἐδημιούργησας καὶ εἰσέρχῃ μετὰ φιλανθρωπίας, ὡς πέφυκας· εἰσέρχῃ καὶ φωτίζεις τὸν ἐσκοτισμένον μου λογισμόν. Πιστεύω ὡς τοῦτο ποιήσεις· οὐ γὰρ Πόρνην προσελθοῦσάν σοι μετὰ δακρύων ἀπέφυγες, οὐδὲ Τελώνην ἀπεβάλου μετανοήσαντα, οὐδὲ Λῃστὴν ἐπιγνόντα τὴν βασιλείαν σου ἀπεδίωξας, οὐδὲ Διώκτην μετανοήσαντα κατέλιπες, ὃ ἦν· ἀλλὰ τοὺς ὑπὸ τῆς μετανοίας προσαχθέντας, ἅπαντας ἐν τῷ χορῷ τῶν σῶν φίλων κατέταξας, ὁ μόνος ὑπάρχων εὐλογημένος πάντοτε, νῦν καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.

ΕΥΧΗ Ε´
  (τοῦ αὐτοῦ).

Κύριε
Ἰησοῦ Χριστέ, ὁ Θεός μου
, ἄνες, ἄφες, ἱλάσθητι καὶ συγχώρησόν μοι, τῷ ἁμαρτωλῷ καὶ ἀχρείῳ καὶ ἀναξίῳ δούλῳ σου, τὰ πταίσματα καὶ πλημμελήματα καὶ παραπτώματά μου, ὅσα σοι ἐκ νεότητός μου μέχρι τῆς παρούσης ἡμέρας καὶ ὥρας ἥμαρτον, εἴτε ἐν γνώσει καὶ ἀγνοίᾳ, εἴτε ἐν λόγοις ἢ ἔργοις ἢ ἐνθυμήμασιν ἢ διανοήμασι καὶ ἐπιτηδεύμασι καὶ πάσαις μου ταῖς αἰσθήσεσι. Καὶ τῇ πρεσβείᾳ τῆς ἀσπόρως κυησάσης σε, παναχράντου καὶ ἀειπαρθένου Μαρίας τῆς Μητρός σου, τῆς μόνης ἀκαταισχύντου ἐλπίδος καὶ προστασίας καὶ σωτηρίας μου, καταξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν ἀχράντων καὶ ἀθανάτων καὶ ζωοποιῶν καὶ φρικτῶν Μυστηρίων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον· εἰς ἁγιασμὸν καὶ φωτισμὸν καὶ ῥώμην καὶ ἴασιν καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος· καὶ εἰς ἐξάλειψιν καὶ παντελῆ ἀφανισμὸν τῶν πονηρῶν μου λογισμῶν καὶ ἐνθυμήσεων καὶ προλήψεων καὶ νυκτερινῶν φαντασιῶν τῶν σκοτεινῶν καὶ πονηρῶν πνευμάτων. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Ϛ´  (Ἰωάννου τοῦ Δαμασκηνοῦ)

Δέσποτα
Κύριε Ἰησοῦ Χριστέ
, ὁ Θεὸς ἡμῶν, ὁ μόνος ἔχων ἐξουσίαν ἀνθρώποις ἀφιέναι ἁμαρτίας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, πάριδέ μου πάντα τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ πταίσματα καὶ ἀξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν θείων καὶ ἐνδόξων καὶ ἀχράντων καὶ ζωοποιῶν σου Μυστηρίων, μὴ εἰς κόλασιν, μὴ εἰς προσθήκην ἁμαρτιῶν, ἀλλ᾿ εἰς καθαρισμὸν καὶ ἁγιασμὸν καὶ ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας· εἰς τεῖχος καὶ βοήθειαν καὶ ἀνατροπὴν τῶν ἐναντίων καὶ εἰς ἐξάλειψιν τῶν πολλῶν μου πλημμελημάτων. Σὺ γὰρ εἶ Θεὸς ἐλέους καὶ οἰκτιρμῶν καὶ φιλανθρωπίας καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Ζ´  (Συμεὼν τοῦ Νέου Θεολόγου)
. . . . . .
προσκυνῶ καὶ μεγαλύνω
καὶ δοξάζω σε Θεέ μου,
ὡς εὐλογημένον ὄντα,
νῦν τε καὶ εἰς τοὺς αἰῶνας. (3)

Εὐχὴ Η´  (Συμεὼν τοῦ Μεταφραστοῦ).
. . . . . . . . .
Ὁ μέλλων πάλιν ἔρχεσθαι κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, εὐδόκησον κἀμὲ προϋπαντῆσαί σοι ἐν νεφέλαις, τῷ ποιητῇ καὶ πλάστῃ μου, σὺν πᾶσι τοῖς ἁγίοις σου· ἵνα ἀτελευτήτως δοξολογῶ καὶ ἀνυμνῶ σε, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ Θ´  (Ἰωάννου τοῦ Δαμασκηνοῦ)

Πρὸ
τῶν θυρῶν τοῦ ναοῦ σου παρέστηκα
καὶ τῶν δεινῶν λογισμῶν οὐκ ἀφίσταμαι, ἀλλὰ σύ Χριστὲ ὁ Θεός, ὁ Τελώνην δικαιώσας καὶ Χαναναίαν ἐλεήσας καὶ τῷ Λῃστῇ παραδείσου πύλας ἀνοίξας, ἄνοιξόν μοι τὰ σπλάγχνα τῆς φιλανθρωπίας σου καὶ δέξαι με προσερχόμενον καὶ ἁπτόμενόν σου, ὡς τὴν Πόρνην καὶ τὴν Αἱμόῤῥουν· ἡ μὲν γάρ, τοῦ κρασπέδου σου ἁψαμένη, εὐχερῶς τὴν ἴασιν ἔλαβεν, ἡ δέ τοὺς σοὺς ἀχράντους πόδας κρατήσασα, τὴν λύσιν τῶν ἁμαρτημάτων ἐκομίσατο. Ἐγὼ δὲ ὁ ἐλεεινός, ὅλον τὸ Σῶμα τολμῶν δέξασθαι, μὴ καταφλεχθείην· ἀλλὰ δέξαι με, ὥσπερ ἐκείνας καὶ φώτισόν μου τὰ τῆς ψυχῆς αἰσθητήρια, καταφλέγων μου τὰ τῆς ἁμαρτίας ἐγκλήματα, πρεσβείαις τῆς ἀσπόρως τεκούσης σε καὶ τῶν ἐπουρανίων δυνάμεων. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ Ι´  (Ἰωάννου τοῦ Χρυσοστόμου)

Πιστεύω
Κύριε καὶ ὁμολογῶ,
ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὦν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· Ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.



Ἀπερχόμενος δὲ μεταλαβεῖν, λέγε τοὺς παρόντας στίχους.

Συμεὼν τοῦ Μεταφραστοῦ:

Ἰδού, βαδίζω πρὸς θείαν κοινωνίαν·
Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ,
πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον,

ἀλλ᾿ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.

Τροπάριον
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ,
κοινωνόν με παράλαβε·
οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω,
οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας·
ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι·
Μνήσθητί μου Κύριε, ἐν τῇ βασιλείᾳ σου.

Στίχοι
Θεουργὸν Αἷμα φρίξον ἄνθρωπε, βλέπων,
ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·
Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει,
θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

Τροπάρια
Ἔθελξας πόθῳ με Χριστέ καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι,
ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου,
καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον,
ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.

Ἐν
ταῖς λαμπρότησι τῶν ἁγίων σου
, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος;
Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα,
ὁ χιτών με ἐλέγχει ὅτι οὐκ ἔστι τοῦ γάμου,
καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων.
Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου
καὶ σώσόν με, ὡς φιλάνθρωπος.

Εὐχή
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου,
μὴ εἰς κρῖμά μοι γένοιτο τὰ Ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με,
ἀλλ᾿ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος,
καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας.
Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι,
τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Καὶ πάλιν
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ,
κοινωνόν με παράλαβε·
οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω,
οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας,
ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι,
"Μνήσθητί μου Κύριε, ἐν τῇ βασιλείᾳ σου."