Τρίτη 1 Νοεμβρίου 2011

Παράκληση





                     ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

 

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος
εἰς τὴν Ὑπεραγίαν Θεοτόκον,
ψαλλομένου ἐν πάσῃ περιστάσει καὶ θλίψει ψυχῆς.

Ποίημα Θεοστηρίκτου Μοναχοῦ,
κατ΄ ἄλλους δέ, Θεοφάνους.

                             ----------------------------

Ὁ Ἱερεύς 
Ε
ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης  μήν.

Ψαλμὸς ΡΜΒ΄ (142).

Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.

Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος,
καὶ ἠκηδίασεν ἐπ΄ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου,
ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου,
ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ ἐμοῦ,
καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου,
ὅτι ἐπί σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι,
ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε,
πρὸς σὲ κατέφυγον•
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου,
ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ,
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου,
καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου,
ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ
ἐξ ἑκατέρων τῶν χορῶν. 


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. ξομολογεῖσθε τῷ Κυρίῳ,
καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη,
καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν,
ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν,
ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς•
Δέσποινα βοήθησον, ἐφ΄ ἡμῖν σπλαγχνισθεῖσα,
σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων,
μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς,
σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,
εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων;
τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους;
οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ,
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν΄ (50).

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου,
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου,
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω,
καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην,
καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι,
πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην,
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός,
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου,
καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου,
καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου,
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου•
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν
καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰ καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Καὶ ἀρχόμεθα τοῦ Κανόνος.

Ο ΚΑΝΩΝ Ηχος πλ. δ΄. Ὠδὴ α΄. Ὁ Εἱρμός.

«γρὰν διοδεύσας ὡσεὶ ξηράν,
καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν διαφυγών,
ὁ Ἰσραηλίτης ἀνεβόα•
Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Τροπάρια.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς,
πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν•
Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε,
τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί,
πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν
εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ,
τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

Δόξα...

Σωτῆρα τεκοῦσαν σε καὶ Θεόν,
δυσωπῶ, Παρθένε, λυτρωθῆναι με τῶν δεινῶν,
Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω,
καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

καὶ νῦν...

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν,
ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ,
ἀξίωσον, μόνη Θεομῆτορ,
ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

Ὠδὴ γ΄. Ὁ Εἱρμός.

«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε,
καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον,
ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης,
τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Τροπάρια.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι,
Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον,
πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία,
τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον,
καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου
σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης,
τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

Δόξα...

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον,
τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον,
πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ,
τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

καὶ νῦν...

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν,
ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον•
τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω,
θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα μνημονεύει ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται,
καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).

λέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπιδημούντων
ἐν τῇ (κώμῃ, πόλῃ, νήσῳ) ταύτῃ,
τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ σοι τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός  μήν.

Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον,
ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον,
ἐκτενῶς βοῶμέν σοι• Θεοτόκε Δέσποινα πρόφθασον,
καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,
ἡ μόνη ταχέως προστατεύουσα.

Ὠδὴ δ΄. Ὁ Εἰρμός.

«Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεόητα».

Τροπάρια.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον,
ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον,
καὶ τὸν κλύδωνα κατεύνασον,
τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον,
ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι,
ἡ τὸν εὔσπλαγχνον κυήσασα,
καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Δόξα...

πολαύοντες, Πάναγνε,
τῶν σῶν δωρημάτων εὐχαριστήριον,
ἀναμέλπομεν ἐφύμνιον,
οἱ γινώσκοντές σε Θεομήτορα.

καὶ νῦν...

Οἱ ἐλπίδα καὶ στήριγμα,
καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον,
κεκτημένοι σε, Πανύμνητε,
δυσχερείας πάσης, ἐκλυτρούμεθα.

Ὠδὴ ε΄. Ὁ Εἰρμός.

«Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε,
καὶ τῷ βραχίονι σου τῷ ὑψηλῷ,
τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε».

Τροπάρια.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου,
τὴν σὴν ἀκήρατον διδοῦσα χαράν,
τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή,
ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν,
καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα...

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε,
τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος,
ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

καὶ νῦν...

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν,
ἐπισκοπῆς σου ἀξιώσασα,
καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

Ὠδὴ ς΄. Ὁ Εἰρμός.

«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε
καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Τροπάρια.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν,
ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ,
τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν,
Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν,
τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε, τῆς ζωῆς ἐπίσταμαι,
καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε,
τῶν πειρασμῶν διαλύουσαν ὄχλον,
καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν
καὶ δέομαι διὰ παντός,
ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναι με.

Δόξα...

ς τεῖχος καταφυγῆς κεκτήμεθα,
καὶ ψυχῶν σε παντελῆ σωτηρίαν,
καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη,
καὶ τῷ φωτὶ σου ἀεὶ ἀγαλλόμεθα.
Ὦ Δέσποινα, καὶ νῦν ἡμᾶς,
τῶν παθῶν καὶ κινδύνων διάσωσον.

καὶ νῦν...

ν κλίνῃ νῦν, ἀσθενῶν κατάκειμαι,
καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου,
ἀλλ΄ ἡ Θεὸν καὶ σωτῆρα τοῦ κόσμου,
καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα,
σοῦ δέομαι τῆς ἀγαθῆς,
ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,
ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα,
δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται,
καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπιδημούντων
ἐν τῇ (κώμῃ, πόλῃ, νήσῳ) ταύτῃ,
τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ σοι τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός μήν.

Μετὰ δὲ τὴν ἐκφώνησιν, τὸ ἑπόμενον

Κοντάκιον. Ἦχος β΄.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε,
μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν,
τῶν πιστῶς κραυγαζόντων σοι•
Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Εἶτα τὸ Α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
κ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη,
ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου,
ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι (δίς).

Δόξα...

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται,
καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται
τῇ Τριαδικῇ Μονάδι, ἱεροκρυφίως.

καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα,
ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Καὶ εὐθὺς τὸ Προκείμενον

Μνησθήσομαι τοῦ ὀνόματος σου
ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ (δίς).

Στίχ. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου,
καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου,
καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Μνησθήσομαι τοῦ ὀνόματός σου
ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Ὁ Ἱερεύς  Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως
τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Ὁ χορός  Κύριε, ἐλέησον (γ΄).

Ὁ Ἱερεύς  Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς  Εἰρήνη πᾶσι.

Ὁ χορός  Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεύς
κ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.
Πρόσχωμεν.

Ὁ χορός  Δόξα σοι, Κύριε, δόξα σοι.

Τὸ Εὑαγγέλιον (Λουκ. κεφ. α΄ 39-49, & 56).
ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ,
ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα
καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας,
ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν:
Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με;
Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου.
Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.
Καὶ εἶπε Μαριάμ: Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μήνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα...

Ἦχος β΄. Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι,
ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

καὶ νῦν...

Ἦχος ὁ αὐτός.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου,
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ καταπιστεύσης με, ἀνθρωπίνῃ προστασίᾳ,
Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου,
θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι
τῶν δαιμόνων τὰ τοξεύματα•
σκέπην οὐ κέκτημαι, οὐδέ που προσφύγω ὁ ἄθλιος,
πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σοῦ
Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν,
μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Ἕτερα Θεοτοκία.

Οὐδεὶς προστρέχων ἐπὶ σοί,
κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται,
ἁγνὴ Παρθένε Θεοτόκε•
ἀλλ΄ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα,
πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων,
ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα,
Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν,
τῶν πολεμουμένων ἡ εἰρήνη,
τῶν χειμαζομένων ἡ γαλήνη,
ἡ μόνη προστασία τῶν πιστῶν.

Ὁ Ἱερεύς
Σῶσον ὁ Θεὸς τὸν λαόν σου
καὶ εὐλόγησον τὴν κληρονομίαν σου,
ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς,
ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων
καὶ κατάπεμψον ἐφ΄ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια,

πρεσβείαις τῆς πανάχραντου Δεσποίνης ἡμῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας,
δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ,
προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων,
ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου
καὶ Βαπτιστοῦ Ἰωάννου,
τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων,

τῶν ἐν ἁγίοις πατέρων ἡμῶν,
μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων,
Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου
καὶ Ἰωάννου τοῦ Χρυσοστόμου,

Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος,
πατριαρχῶν Ἀλεξανδρείας
Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος,
καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν•
τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων
Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου,
Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου
καὶ Μηνᾶ τοῦ θαυματουργοῦ•
τῶν ἱερομαρτύρων Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου,

τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν
Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς,
Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης,

τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων,
τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν,
τοῦ ἁγίου (τοῦ Ναοῦ),
τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης,
τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ τὴν μνήμην ἐπιτελοῦμεν,
καὶ πάντων σου τῶν Ἁγίων

Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε•
ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου,
καὶ ἐλέησον ἡμᾶς.

Ὁ χορός  Κύριε, ἐλέησον (ιβ΄).

Ὁ Ἱερεύς
λέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ,
μεθ οὗ εὐλογητὸς εἶ,
σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός  μήν.

Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ΄. Ὁ Εἰρμός .

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνί ποτε,
τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου,
κατεπάτησαν ψάλλοντες,
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ».

Τροπάρια.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ,
οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου,
κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας.

τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας,
Μῆτερ ἁγνὴ δυσώπησον,
ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων,
τοὺς ἐν πίστει κραυγάζοντας•

τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Δόξα...

Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας,
τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας,
καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας•

τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

καὶ νῦν...

Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας,
Θεογεννήτρια, τῶν πόθῳ προσιόντων,
τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον,
ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

Ὠδὴ η΄. Ὁ Εἰρμός .

«Τὸν Βασιλέα τῶν οὐρανῶν,
ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Τροπάρια.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε,
ὑμνοῦντας, καὶ ὑπερυψοῦντας σε, Κόρη, εἰς αἰῶνας.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν ἰαμάτων τὸ δαψιλές,
ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσι σε Παρθένε,
καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.

Δόξα...

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις,
καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε,
ἵνα σὲ δοξάζω τὴν Κεχαριτωμένην.

καὶ νῦν...

Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις,
καὶ παθῶν τὰς ἐφόδους Παρθένε•
ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ὁ Εἰρμός .

«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν,
οἱ διὰ σοῦ σεσῳσμένοι, Παρθένε ἁγνή,
σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες».

Τροπάρια.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς. 


οήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς,
ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον,
ἀφηρηκότα Παρθένε, Χριστὸν κυήσασα.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς. 

Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε,
ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα,
τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λιμὴν καὶ προστασία, τῶν σοι προσφευγόντων,
γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον,
καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.

Δόξα...

Φωτὸς σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε,
τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα,
τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.

καὶ νῦν...

Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα,
Παρθένε, θεράπευσον,
ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

Καὶ εὐθὺς τό 

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον,
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ θυμιᾶ ὁ ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν ναόν, ἢ τὸν οἶκον,
ὅπου ψάλλεται ἡ Παράκλησις,
καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα Μεγαλυνάρια.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν,
καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν,
τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας,
τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

πὸ τῶν πολλῶν μου ἁμαρτιῶν,
ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή•
πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην,
ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ,
δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν,
ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα,
ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν,
νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς
μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων,
δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

λαλα τὰ χείλη τῶν ἀσεβῶν,
τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν,
τὴν ἰστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου,
Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης  γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς (ἐκ τρίτου).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου,
ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου
ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς
τι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης  μήν.

Εἶτα τὰ τροπάρια ταῦτα.Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς•
πάσης γὰρ ἀπολογίας ἀποροῦντες,
ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ,
οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.

Δόξα...

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν
μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν,
ἀλλ΄ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος,
καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν,
σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου•
πάντες ἔργα χειρῶν σου,
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

καὶ νῦν...

Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν,
εὐλογημένη Θεοτόκε,
ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν,
ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων,
σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται,
καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).

λέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος)
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας,
σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπιδημούντων
ἐν τῇ (κώμῃ, πόλῃ, νήσῳ) ταύτῃ,
τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν
καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν
ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ,
πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου,
καὶ αἰφνιδίου θανάτου,
ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι
τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν,
τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον,
τὴν καθ΄ ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς,
καὶ ἐλεῆσαι ἡμᾶς.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν
φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι ἡμᾶς.

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν,
ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς
καὶ τῶν ἐν θαλάσσῃ μακράν,
καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν,
καὶ ἐλέησον ἡμᾶς.

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ σοι τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός  μήν.

Καὶ ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν,
ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου
ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου
καὶ ἀειπαρθένου Μαρίας,
δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ,
προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων,
ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου
καὶ Βαπτιστοῦ Ἰωάννου•

τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων,
τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων,
τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν,
τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νεκταρίου
ἐπισκόπου Πενταπόλεως τοῦ θαυματουργοῦ,
τοῦ ἁγίου (τοῦ Ναοῦ),
τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης,
τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν,
καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σῶσαι ἡμᾶς,
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Μετὰ δὲ τὴν ἀπόλυσιν,
ἐνόσω οἱ ἀδελφοὶ ἀσπάζονται τὴν εἰκόνα τῆς Θεοτόκου,
ψάλλονται τὰ παρόντα Θεοτοκία.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει,
τῇ κραταιᾷ σου χειρί•
ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν,
ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι,
ὑπὸ πταισμάτων πολλῶν.
Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν,
ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.

Ὅμοιον.

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις,
καὶ πενομένων τροφή, ξένων τε παράκλησις,
καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις,
καταπονουμένων σκέπη καὶ ἀντίληψις,
καὶ ὀρφανῶν βοηθός.
Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις Ἄχραντε
σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.

Ἦχος πλ. δ΄.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου,
καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β΄.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Κατὰ τὴν περίοδον τοῦ Δεκαπενταυγούστου
εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων,
τὰ ἑπόμενα Ἐξαποστειλάρια.

Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

πόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε,
Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα,
καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα. 

γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά,
χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου,
ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν,
μή μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων,
παρακαλῶ σε Παρθένε, βοήθησόν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις,
ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως,
ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

Ὁ Ἱερεύς
Δι΄ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ λαός  μήν.