Τρισάγιον
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι,
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς ουρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,
τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ πνευμάτων δικαίων τετελειωμένων,
τὴν ψυχὴν τοῦ δούλου σου, Σῶτερ, ἀνάπαυσον,
φυλάττων αὐτὴν εἰς τὴν μακαρίαν ζωήν,
τὴν παρά σοί, φιλάνθρωπε.
Εἰς τὴν κατάπαυσίν σου, Κύριε,
ὅπου πάντες οἱ Ἅγιοί σου ἀναπαύονται,
ἀνάπαυσον καὶ τὴν ψυχὴν τοῦ δούλου σου,
ὅτι μόνος ὑπάρχεις ἀθάνατος.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ καταβὰς εἰς ᾍδην,
καὶ τὰς ὀδύνας λύσας τῶν πεπεδημένων,
αὐτὸς καὶ τὴν ψυχὴν τοῦ δούλου σου,
Σῶτερ, ἀνάπαυσον.
καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος,
ἡ Θεόν ἀφράστως κυήσασα,
πρέσβευε ὑπὲρ τοῦ σωθῆναι τὴν ψυχὴν τοῦ δούλου σου.
Ἐλέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου,
δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
Kύριε ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἀναπαύσεως τῆς ψυχῆς
τοῦ κεκοιμημένου δούλου τοῦ Θεοῦ [.....]
καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῦ πᾶν πλημμέλημα
ἑκούσιόν τε καὶ ἀκούσιον.
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὴν ψυχὴν αὐτοῦ
ἔνθα οἱ Δίκαιοι ἀναπαύονται,
τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν,
καὶ ἄφεσιν τῶν αὐτοῦ ἁμαρτιῶν,
παρὰ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα.
Παράσχου Κύριε.
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός,
ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας,
καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος,
αυτός, Κύριε,
ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου […],
ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως,
ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.
Πᾶν ἁμάρτημα τὸ παρ’ αὐτοῦ πραχθὲν
ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ,
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον·
ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει·
σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις,
ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα,
καὶ ὁ νόμος σου ἀλήθεια.
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωή, καὶ ἡ ἀνάπαυσις
τοῦ κεκοιμημένου δούλου σου [.....],
Χριστέ ὁ Θεός ἡμῶν,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
σὺν τῷ ἀνάρχῳ σου Πατρί,
καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι,
νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.
Ὁ καὶ νεκρῶν καὶ ζώντων τὴν ἐξουσίαν ἔχων,
ὡς ἀθάνατος Βασιλεύς,
καὶ ἀναστάς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν,
ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου
ἁγίας αὐτοῦ μητρός,
τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων,
τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν,
τῶν ἁγίων ἐνδόξων προπατόρων Ἀβραάμ, Ἰσαάκ καὶ Ἰακώβ,
τοῦ ἁγίου καὶ δικαίου φίλου αὐτοῦ Λαζάρου τοῦ τετραημέρου
καὶ πάντων τῶν Ἁγίων,
τὴν ψυχὴν τοῦ ἐξ ἡμῶν μεταστάντος δούλου αὐτοῦ [.....]
ἐν σκηναῖς δικαίων τάξαι,
ἐν κόλποις Ἀβραάμ ἀναπαύσαι,
καὶ μετὰ ἁγίων συναριθμήσαι,
ἡμᾶς δὲ ἐλεήσαι ὡς ἀγαθός καὶ φιλάνθρωπος.
Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφέ ἡμῶν. (γ΄)
Αἰωνία ἡ μνήμη, αἰωνία ἡ μνήμη, αἰωνία αὐτοῦ ἡ μνήμη.
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν,
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.