Παρασκευή 4 Νοεμβρίου 2011

Μεσονυκτικός





ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΣΟΝΥΚΤΙΚΟΥ
ΚΑΘ΄ ΗΜΕΡΑΝ

Ὁ Ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,
πάντοτε, νῦν, καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης· Ἀμήν.


Ὁ Ἱερεύς· Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε,
τὸ Πνεῦμα τῆς ἀληθείας,
ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν,
ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός,
ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν
καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος
καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Ὁ Ἀναγνώστης· Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος,
ἐλέησον ἡμᾶς (ἐκ τρίτου).


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι,

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον. Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι,

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς,

ἁγιασθήτω τὸ ὄνομά σου,
ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου
ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Ὁ Ἀναγνώστης· Ἀμήν.


Κύριε ἐλέησον (ιβ΄).


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι,

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν

τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν
Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν
αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς Ν΄ (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου,
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἐπὶ πλεῖον πλῦνον με ἀπὸ τῆς ἀνομίας μου,
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα,
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου,
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα λέγομεν τὸν Ἄμωμον.
Ψαλμὸς ΡΙΗ΄ (118)


ΣΤΑΣΙΣ ΠΡΩΤΗ.

Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα.
Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.
Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
Τὰ δικαιώματά σου φυλάξω• μὴ μὲ ἐγκαταλίπῃς ἕως σφόδρα.
Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου.
Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
Ἐν τῇ καρδίᾳ ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματα σου.
Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός μου.
Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ.
Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδοὺς σου.
Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
Ἀνταπόδος τῷ δούλῳ σου· ζῆσόν με καὶ φυλάξω τοὺς λόγους σου.
Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπ΄ ἐμοῦ τὰς ἐντολάς σου.
Ἐπεπόθησεν ἡ ψυχή μου, τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.
Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου,
Περίελε ἀπ΄ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
Καὶ γὰρ ἐκάθησαν ἄρχοντες, καὶ κατ΄ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλος σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου.
Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου.
Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἑπήκουσάς μου, δίδαξόν με τὰ δικαιώματα σου.
Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.
Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου,
Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ΄ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με.
Ὁδὸν ἀληθείας ἠρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε, μὴ με καταισχύνῃς.
Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός.
Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.
Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα.
Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύρια σου, καὶ μὴ εἰς πλεονεξίαν.
Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με.
Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου.
Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά.
Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
Καὶ ἔλθοι ἐπ΄ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σωτήριόν σου, κατὰ τὸν λόγον σου.
Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.
Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα.
Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην.
Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα.
Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.
Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με.
Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με,
Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ τοῦ νόμου σου οὐκ ἐξέκλινα.
Ἐμνήσθην τῶν κριμάτων σου ἀπ΄ αἰῶνος, Κύριε, καὶ παρεκλήθην.
Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου.
Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματος σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου.
Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματα σου ἐξεζήτησα.
Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.
Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
Διελογισάμην τὰς ὁδοὺς σου, καὶ ἐπέστρεφον τοὺς πόδας μου εἰς τὰ μαρτύρια σου.
Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.
Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τὰ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαι σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.
Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με.
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.
Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.
Χρηστὸς εἶ σύ, Κύριε, καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματα σου.
Ἐπληθύνθη ἐπ΄ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.
Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματα σου.
Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.

Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ Θεός.
Μετανοίας (γ΄ ). Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν...


ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ.

Αἱ χεῖρες σου ἐποίησάν με, καὶ ἔπλασάν με, συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσομαι, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσας με.
Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.
Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἐστιν.
Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.
Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα.
Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, πότε παρακαλέσεις με;
Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ΄ οὐχ ὡς ὁ νόμος σου, Κύριε.
Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια, ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι.
Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.
Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου, ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει.
Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά.
Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με.

Τῷ Σαββάτῳ τῆς Β΄, Γ΄ καὶ Δ΄ ἑβδομάδος τῶν Νηστειῶν,
ὁ τελευταῖος Στίχος ψάλλεται τρὶς εἰς Ἦχον πλ. α΄.


ΜΕΣΗ.
Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.

Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα.
Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολὴ σφόδρα.
Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε! ὅλην τὴν ἡμέραν μελέτη μου ἐστιν.
Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολὴν σου,
ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν.

Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα,
ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστιν.

Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου,
ὅπως ἂν φυλάξω τοὺς λόγους σου.

Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.
Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγια σου! ὑπὲρ μέλι τῷ στόματί μου,
Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.
Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
Ἐταπεινώθην ἕως σφόδρα, Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου.
Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με.
Ἡ ψυχή μου ἐν ταῖς χερσὶ σου διαπαντός, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην,
Ἐθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα,
ὅτι ἀγαλλίαμα τῆς καρδίας μου εἶσιν.

Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου
εἰς τὸν αἰῶνα δι΄ ἀντάμειψιν.

Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα.
Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ,
εἰς τοὺς λόγους σου ἐπήλπισα.

Ἐκκλίνατε ἀπ΄ ἐμοῦ πονηρευόμενοι,
καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.

Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με,
καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.

Βοήθησόν μοι, καὶ σωθήσομαι,
καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός.

Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου,
ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.

Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.
Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
Ἐποίησα κρῖμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσι με.
Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν,
μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.

Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου,
καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.

Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου,
καὶ τὰ δικαιώματά σου δίδαξόν με.

Δοῦλος σου εἰμι ἐγώ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου.
Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου.
Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.
Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.
Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους.
Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.

Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ Θεός.
Μετανοίας (γ΄ ). Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν...


ΣΤΑΣΙΣ ΤΡΙΤΗ.
Ἐπίβλεψον ἐπ΄ ἐμέ, καὶ ἐλέησόν με κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

Τὰ διαβηματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Λύτρωσαι με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματα σου.
Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.
Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου.
Ἐνετείλω δικαιοσύνην, τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα.
Ἐξέτηξέ με ὁ ζῆλος σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.
Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλος σου ἠγάπησεν αὐτό.
Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.
Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου.
Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, συνέτισόν με, καὶ ζήσομαι.
Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματα σου ἐκζητήσω.
Ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου.
Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα.
Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾶν τὰ λόγιά σου.
Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμα σου ζῆσόν με.
Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
Ἐγγὺς εἶ σύ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.
Καταρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με.
Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
Οἱ οἰκτιρμοί σου πολλοί, Κύριε, κατὰ τὸ κρῖμα σου ζῆσόν με.
Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.
Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.
Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.
Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα.
Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα.
Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα.
Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐνώπιόν σου, Κύριε.
Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με.
Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαι με.
Ἐξερεύξονται τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματα σου.
Φθέγξεται ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
Γενέσθω ἡ χεὶρ σου τοῦ σῶσαι με, ὅτι τὰς ἐντολάς σου ἠρετισάμην.
Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστι.
Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.
Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δοῦλόν σου,
ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.


Τῷ Σαββάτῳ τῆς Β΄, Γ΄ καὶ Δ΄ ἑβδομάδος τῶν Νηστειῶν
ὁ τελευταῖος Στίχος ψάλλεται τρὶς εἰς Ἦχον πλ. α΄.


Δόξα... Καὶ νῦν...


Καὶ εὐθύς· Τὸ Σύμβολον τῆς Πίστεως.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα,
ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν,
τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ,
τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων,
φῶς ἐκ φωτός,
Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ,
γεννηθέντα, οὐ ποιηθέντα,
ὁμοούσιον τῷ Πατρί, δι΄ οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι΄ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν
καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου
καὶ Μαρίας τῆς Παρθένου
καὶ ἐνανθρωπίσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου
καὶ παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς
καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς,
οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν,
τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ Υἱῷ
συμπροσκυνούμενον καὶ συνδοξαζόμενον,
τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
Εἰς μίαν ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν.
Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.

Εἶτα· Τρισάγιον.

Δόξα... Καὶ νῦν...
Παναγία Τριάς...
Κύριε, ἐλέησον (γ΄).
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν...
Ὅτι Σοῦ ἐστιν...

Ὁ Ἀναγνώστης, τὰ Τροπάρια ταῦτα·

Ἦχος πλ. δ΄.

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός,

καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα,
ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα.
Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς,
ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς,
καὶ τῆς βασιλείας ἔξω κλεισθῇς,
ἀλλὰ ἀνάνηψον κράζουσα,
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός,
διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Δόξα...


Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, ἐννοοῦσα ψυχή μου γρηγόρησον,
ἀνάπτουσα λαμπάδα σου, ἐν ἐλαίῳ φαιδρύνουσα,
οὐ γὰρ οἶδας πότε, πρὸς σὲ ἐπελεύσεται, ἡ φωνὴ ἡ λέγουσα·
Ἰδοὺ ὁ Νυμφίος σου.

Βλέπε οὖν ψυχή μου, μὴ νυστάξῃς,
καὶ μείνῃς, ἔξωθεν κρούουσα, ὡς αἱ πέντε Παρθένοι,
ἀλλὰ ἀγρύπνως καρτέρησον, ἵνα ὑπαντήσῃς Χριστῷ τῷ Θεῷ, ἐν ἐλαίῳ πίονι,
καὶ δῴῃ σοι τὸν νυμφῶνα, τὸν θεῖον τῆς δόξης αὐτοῦ.


Καὶ νῦν...


Θεοτοκίον.

Σὲ τὸ ἀπόρθητον τεῖχος, τὸ τῆς σωτηρίας ὀχύρωμα,
Θεοτόκε Παρθένε, ἱκετεύομεν,
τὰς τῶν ἐναντίων βουλὰς διασκέδασον,
τοῦ λαοῦ σου τὴν λύπην εἰς χαρὰν μετάβαλε,
τὴν πόλιν σου περιτείχισον, τῷ Βασιλεῖ συμμάχησον,
τὸν κόσμον σου ἀνακάλεσον,
τοὺς εὐσεβεῖς κραταίωσον,
ὑπὲρ εἰρήνης τοῦ κόσμου πρέσβευε,
ὅτι σὺ εἶ, Θεοτόκε, ἡ ἐλπὶς ἡμῶν.


Ἀντὶ τῶν Τροπαρίων τούτων,
μόνον κατὰ τὰς Προεορτίους καὶ
τὰς Μεθεόρτους ἡμέρας,
ὡς καὶ κατὰ τὰς ἀποδόσεις τῶν
Δεσποτικῶν καὶ Θεομητορικῶν ἑορτῶν,
λέγομεν χῦμα το
Προεόρτιον Ἀπολυτίκιον, ἢ τὸ τῆς Ἑορτῆς τοιοῦτον.

Εἶτα τὸ Κύριε ἐλέησον (μ΄),

καὶ τὴν εὐχὴν ταύτην:

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς
προσκυνούμενος καὶ δοξαζόμενος Xριστὸς ὁ Θεός,

ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος,
ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν,
ὁ πάντας καλῶν πρὸς σωτηρίαν
διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν,
Αὐτός, Κύριε,
πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις
καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου·
τὰς ψυχὰς ἡμῶν ἁγίασον,
τὰ σώματα ἅγνισον,
τοὺς λογισμοὺς διόρθωσον,
τὰς ἐννοίας κάθαρον
καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης.
Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις,

ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι,
καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς Πίστεως

καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης,
ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι,

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ,

καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.


Ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς,

καὶ εὐλογῆσαι ἡμᾶς,
ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ΄ ἡμᾶς,
καὶ ἐλεῆσαι ἡμᾶς.

[Καὶ εἰ μέν ἐστιν «Ἀλληλούϊα» (ἐν ἡμέρᾳ νηστείας),
ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας,
λέγοντες μυστικῶς ἐν ἑκάστῃ Μετανοίᾳ
καὶ ἕνα στίχον τῆς Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.]


Κύριε, καὶ Δέσποτα τῆς ζωῆς μου,

πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας,
καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης,
χάρισαί μοι τῷ σῷ δούλῳ.

Ναί, Κύριε Βασιλεῦ,
δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα,
καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου,
ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ΄ λέγοντες καθ΄ ἑκάστην, τὸ
ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με,
καὶ πάλιν μετάνοιαν μεγάλην,
καὶ τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς, ἤτοι·

Ναί, Κύριε Βασιλεῦ,

δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα,
καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου,
ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα τὴν Ευχὴν ταύτην·

ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΔΑΡΙΟΥ.
Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ,
Κύριε Υἱὲ μονογενὲς Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα,
μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν·
καὶ οἷς ἐπίστασαι κρίμασι
σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου·
ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶ δ΄ οὔκ ἐστιν «Ἀλληλούϊα», (ἤτοι ἡμέρα νηστείας),
καταλιμπάνεται τὸ
«Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου», καὶ αἱ Μετάνοιαι,
καὶ λέγομεν μόνον τὸ «Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ»,
καὶ τὰς Εὐχὰς ταύτας.

Ἰστέον δέ, ὅτι ἡ Εὐχὴ αὕτη λέγεται ἀπὸ τῆς 22ας τοῦ Σεπτεμβρίου μηνός,
μέχρι τῆς Κυριακῆς τῶν Βαΐων.


ΕΥΧΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ.
Κύριε Παντοκράτορ, ὁ Θεὸς τῶν Δυνάμεων καὶ πάσης σαρκός,
ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν,
καρδίας τε καὶ νεφροὺς ὁ ἐτάζων,
καὶ τὰ κρυπτὰ τῶν ἀνθρώπων σαφῶς ἐπιστάμενος,
τὸ ἄναρχον καὶ ἀΐδιον φῶς, παρ΄ ὃ οὐκ ἔστι παραλλαγή,
ἢ τροπῆς ἀποσκίασμα·
Αὐτός, ἀθάνατε Βασιλεῦ, πρόσδεξαι τὰς ἱκεσίας ἡμῶν,
ἃς κατὰ τὸν παρόντα καιρὸν τῆς νυκτός,
τῷ πλήθει τῶν σῶν οἰκτιρμῶν θαῤῥοῦντες,
ἐκ ῥυπαρῶν πρὸς σὲ χειλέων ποιούμεθα,
καὶ ἄφες ἡμῖν τὰ πλημμελήματα ἡμῶν, τὰ ἐν ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ,
ἐκ γνώσεως ἢ ἀγνωσίας πλημμεληθέντα ἡμῖν,
καὶ καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος,
ναοὺς ἡμᾶς ποιῶν τοῦ ἁγίου Πνεύματος.
Καὶ δώρησαι ἡμῖν ἐν ἀγρύπνῳ καρδίᾳ καὶ νηφούσῃ διανοίᾳ,
πᾶσαν τοῦ παρόντος βίου τὴν νύκτα ἡμᾶς διελθεῖν,
ἀπεκδεχομένους τὴν παρουσίαν τῆς λαμπρᾶς καὶ ἐπιφανοῦς ἡμέρας
τοῦ μονογενοῦς σου Υἱοῦ,
τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
ἐν ᾗ μετὰ δόξης ἐπὶ γῆς Κριτὴς τῶν ἁπάντων ἐλεύσεται,
ἑκάστῳ ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ,
ἵνα μὴ ἀναπεπτωκότες καὶ ὑπνοῦντες,
ἀλλ΄ ἐγρηγοροῦντες καὶ διεγηγερμένοι ἐν τῇ ἐργασίᾳ τῶν ἐντολῶν αὐτοῦ εὑρεθῶμεν καὶ ἕτοιμοι εἰς τὴν χαράν,
καὶ εἰς τὸν θεῖον νυμφῶνα τῆς δόξης αὐτοῦ συνεισέλθωμεν,
ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος
καὶ ἡ ἀνέκφραστος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου
τὸ κάλλος τὸ ἄῤῥητον.
Σὺ γὰρ εἶ τὸ ἀληθινὸν φῶς, τὸ φωτίζον καὶ ἁγιάζον τὰ σύμπαντα,
καὶ σὲ ὑμνεῖ πᾶσα ἡ Κτίσις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.


Εἶτα ὑψοῖ ὁ Ἱερεὺς τὰς χεῖρας, λέγων ταύτην τὴν Εὐχήν·


ΕΥΧΗ ΤΟΥ ΑΥΤΟΥ.

Σὲ εὐλογοῦμεν ὕψιστε, Θεέ, καὶ Κύριε τοῦ ἐλέους,
τὸν ποιοῦντα ἀεὶ μεθ΄ ἡμῶν μεγάλα τε καὶ ἀνεξιχνίαστα,
ἔνδοξα τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός·
τὸν παρασχόντα ἡμῖν τὸν ὕπνον εἰς ἀνάπαυσιν τῆς ἀσθενείας ἡμῶν,
καὶ ἄνεσιν τῶν κόπων τῆς πολυμόχθου σαρκός.
Εὐχαριστοῦμεν σοι, ὅτι οὐ συναπώλεσας ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν,
ἀλλ΄ ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κειμένους ἡμᾶς ἤγειρας, εἰς τὸ δοξολογῆσαι τὸ κράτος σου.
Διὸ δυσωποῦμεν τὴν ἀνείκαστόν σου ἀγαθότητα,
φώτισον ἡμῶν τοὺς τῆς διανοίας ὀφθαλμούς,
καὶ τὸν νοῦν ἡμῶν ἐκ τοῦ βαρέος ὕπνου τῆς ῥᾳθυμίας ἀνάστησον.
Ἄνοιξον ἡμῶν τὸ στόμα, καὶ πλήρωσον αὐτὸ τῆς σῆς αἰνέσεως,
ὅπως ἂν δυνηθῶμεν ἀπερισπάστως ᾄδειν τε καὶ ψάλλειν,
καὶ ἐξομολογεῖσθαι σοι τῷ ἐν πᾶσι καὶ ὑπὸ πάντων δοξαζομένῳ Θεῷ,
τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ σου Υἱῷ,
καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι,
νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Εἶτα, ὁ Ἀναγνώστης, Δεῦτε προσκυνήσωμεν... (ἐκ γ΄ ),
Μετανοίας (γ΄ ), καὶ τοὺς ψαλμούς.


Ψαλμὸς ΡΚ΄ (120).

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὅρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε.
Ἰδού, οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.
Κύριος φυλάξοι σε, Κύριος σκέποι σοι ἐπὶ χεῖρα δεξιὰν σου.
Ἡμέρας ὁ Ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ Σελήνη τὴν νύκτα.
Κύριος φυλάξοι σε ἀπὸ παντὸς κακοῦ· φυλάξοι τὴν ψυχήν σου ὁ Κύριος.
Κύριος φυλάξοι τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου,
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.


Ψαλμὸς ΡΛΓ΄ (133).

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον πάντες οἱ δοῦλοι Κυρίου,
οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια,
καὶ εὐλογεῖτε τὸν Κύριον.

Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν Οὐρανὸν καὶ τὴν γῆν.

Δόξα... Καὶ νῦν...

Τρισάγιον. Μετανοίας (γ΄ ).
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς...
Κύριε, ἐλέησον (γ΄).
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν...
Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν...

Ὁ Ἀναγνώστης, τὰ Τροπάρια ταῦτα·

Ἦχος πλ. δ΄.
Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου,
καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον·
οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος,
καὶ τοῖς μετάστασι δοῦναι τὴν ἀνάπαυσιν.

Ὁ βάθει σοφίας φιλανθρώπως, πάντα οἰκονομῶν,

καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ,
ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου·

ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο,
τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Δόξα...


Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ,
τὰς ψυχὰς τῶν δούλων σου,
ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός,
ἀλλὰ ζωὴ ἀτελεύτητος.

Καὶ νῦν...


Θεοτοκίον.

Μακαρίζομέν σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένε·
ἐν σοὶ γὰρ ὁ ἀχώρητος Χριστὸς ὁ Θεὸς ἡμῶν,
χωρηθῆναι ηὐδόκησε.
Μακάριοί ἐσμεν καὶ ἡμεῖς, προστασίαν σε ἔχοντες,
ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπὲρ ἡμῶν,
καὶ τὰ σκῆπτρα τῆς βασιλείας
ταῖς σαῖς ἱκεσίαις κρατύνονται.
Διὸ ἀνυμνοῦντες βοῶμεν σοι,
Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

[Ἀντὶ τῶν Τροπαρίων τούτων, καὶ μόνον κατὰ τὰς προεορτίους
καὶ τὰς μεθεόρτους ἡμέρας,
ὡς καὶ κατὰ τὰς Ἀποδόσεις τῶν Δεσποτικῶν καὶ Θεομητορικῶν Ἑορτῶν ἀντικαθίστανται διὰ τοῦ Κοντακίου τῆς Ἑορτῆς,
ἢ τοῦ Προεορτίου τοιούτου, χῦμα λεγομένου·]


Κύριε, ἐλέησον (ιβ΄).


Ὁ Ἱερεύς, τὴν ἑπομένην Εὐχήν·


ΕΥΧΗ.

Μνήσθητι, Κύριε, τῶν ἐπ΄ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου
κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν,

καὶ πάντων τῶν ἐν εὐσεβείᾳ καὶ πίστει τελειωθέντων,
καὶ συγχώρησον αὐτοῖς πᾶν πλημμέλημα,
ἑκούσιόν τε καὶ ἀκούσιον,
ἐν λόγῳ, ἢ ἔργῳ, ἢ κατὰ διάνοιαν πλημμεληθὲν ὑπ΄ αὐτῶν.
Καὶ κατασκήνωσον αὐτοὺς ἐν τόποις φωτεινοῖς,
ἐν τόποις χλοεροῖς, ἐν τόποις ἀναψύξεως,
ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη, καὶ στεναγμός,
ὅπου ἡ ἐπισκοπὴ τοῦ προσώπου σου
εὐφραίνει πάντας τοὺς ἀπ΄ αἰῶνος Ἁγίους σου.
Χάρισαι αὐτοῖς καὶ ἡμῖν τὴν Βασιλείαν σου
καὶ τὴν μέθεξιν τῶν ἀφράστων καὶ αἰωνίων σου ἀγαθῶν,
καὶ τῆς σῆς ἀπεράντου καὶ μακαρίας ζωῆς τὴν ἀπόλαυσιν.
Σὺ γὰρ εἶ ἡ ζωή, ἡ ἀνάστασις,
καὶ ἡ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων σου,
Χριστέ, ὁ Θεὸς ἡμῶν,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
σὺν τῷ ἀνάρχῳ σου Πατρί,
καί, τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε,
προσάγαγε τὴν ἡμετέραν προσευχὴν
τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν,
καὶ αἴτησαι, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

ΕΥΧΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΙΚΙΟΥ.

Ἡ ἐλπίς μου ὁ Πατήρ,
καταφυγή μου ὁ Υἱός,
σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον.
Τριὰς ἁγία, δόξα σοι.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι,

Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἶτα ψάλλομεν τὰ κατανυκτικὰ Τροπάρια·

Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς,

πάσης γὰρ ἀπολογίας ἀποροῦντες,
ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ,
οἱ ἁμαρτωλοὶ προσφέρομεν,
ἐλεῆσον ἡμᾶς.


Δόξα...


Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν.
Μὴ ὀργισθῇς ἡμῖν σφόδρα,
μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν,
ἀλλ΄ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος,
καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν,
σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς σου,
πάντες ἔργα χειρῶν σου,
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν...


Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν,

εὐλογημένη Θεοτόκε·
ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσαιμεν,
ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων·
σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ὁ Ἀναγνώστης· Κύριε ἐλεησον (μ΄).


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι,

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ,

καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.


Ὁ Ἱερεύς, τὴν Δέησιν·

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Εἰς ἑκάστην Δέησιν ἀπαγγέλομεν γοργῶς

καὶ πραείᾳ τῇ φωνῇ τό· Κύριε, ἐλέησον (ἐκ γ΄).

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.


Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος),

καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους,

πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ,
τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα
φιλοχρίστου ἡμῶν στρατοῦ.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης,

ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν,
τῶν κατοικούντων καὶ παρεπιδημούντων
ἐν τῇ πόλει (ἢ κώμῃ, ἢ χώρᾳ, ἢ νήσῳ) ταύτῃ,
ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν
τοῦ ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι

τὴν ἁγίαν Ἐκκλησίαν
καὶ τὴν πόλιν (ἢ κώμην, ἢ χώραν, ἢ νῆσον) ταύτην,
καὶ πᾶσαν πόλιν καὶ χώραν
ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ,
πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων,
ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου• ·
ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον,
γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν,
τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον,
τὴν καθ΄ ἡμῶν κινουμένην,
καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς,
καὶ ἐλεῆσαι ἡμᾶς.


Τούτων λεγομένων, ὁ Διάκονος ἢ ὁ Ἀναγνώστης,

ψάλλει πραείᾳ τῇ φωνῇ, πολλάκις τό· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς· Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι

Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν,
καὶ ἐλεῆσαι ἡμᾶς.


Ὁ Ἀναγνώστης, τό· Κύριε, ἐλέησον (γ΄).


Ὁ Ἱερεύς, κλινόμενος, λέγει· Ἀμήν.

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν,
ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς
καὶ τῶν ἐν θαλάσσῃ μακράν,
καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα
ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν,
καὶ ἐλέησον ἡμᾶς.
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ σοι τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Διάκονος ἢ ὁ Ἀναγνώστης· Ἀμήν.


Δόξα... Καὶ νῦν...

Κύριε ἐλέησον (γ΄),
Πάτερ ἅγιε, εὐλόγησον.

Ὁ Ἱερεύς, στραφεὶς πρὸς τὸν Λαόν, ποιεῖ τὴν Μικρὰν Ἀπόλυσιν·


Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.


Ὁ ἀναστὰς ἐκ νεκρῶν (εἰ δὲ μή, ἁπλῶς·)

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν,
ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου
ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου
καὶ ἀειπαρθένου Μαρίας·
δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ·
προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων·
ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου

καὶ Βαπτιστοῦ Ἰωάννου·
τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων·
τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων·
τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν•
τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νεκταρίου
ἐπισκόπου Πενταπόλεως τοῦ θαυματουργοῦ,
τοῦ ἁγίου (τοῦ Ναοῦ),
τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης,
τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν,
καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς,
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Μεθ΄ ἣν ἐκ τῆς αὐτῆς θέσεως, ἐπιλέγει·

Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

Ὁ Ἀναγνώστης, μεθ΄ ἑκάστην Δέησιν, χῦμα, τό·

Κύριε, ἐλέησον.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος),
καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις
εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.
Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων

πατέρων καὶ ἀδελφῶν ἡμῶν,
τῶν ἐνθάδε εὐσεβῶς κειμένων,
καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τό·
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς·

Δι΄ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

Ὁ Ἀναγνώστης· Ἀμήν.