ΕΞΑΨΑΛΜΟΣ
- 1. ΨΑΛΜΟΣ 3
- 2. ΨΑΛΜΟΣ 37
- 3. ΨΑΛΜΟΣ 62
- 4. ΨΑΛΜΟΣ 87
- 5. ΨΑΛΜΟΣ 102
- 6. ΨΑΛΜΟΣ 142
ΨΑΛΜΟΣ
3
Ψαλμὸς τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.
2 Κύριε, τί ἐπληθύνθησαν
οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται
ἐπ' ἐμέ·
3 πολλοὶ
λέγουσι
τῇ ψυχῇ μου·
οὐκ
ἔστι σωτηρία αὐτῷ ἐν
τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).
4 σὺ δέ,
Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν
τὴν
κεφαλήν
μου.
5 φωνῇ μου πρὸς
Κύριον
ἐκέκραξα, καὶ ἐπήκουσέ
μου
ἐξ ὄρους
ἁγίου αὐτοῦ. (διάψαλμα).
6 ἐγὼ δὲ ἐκοιμήθην
καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι
Κύριος
ἀντιλήψεταί μου.
7 οὐ φοβηθήσομαι
ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων
μοι.
8 ἀνάστα,
Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι
σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς
μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν
συνέτριψας.
9 τοῦ
Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ
τὸν λαόν σου ἡ εὐλογία
σου.
ΨΑΛΜΟΣ
37
Ψαλμὸς τῷ Δαυιδ· εἰς ἀνάμνησιν περὶ σαββάτου.
2 Κύριε, μὴ
τῷ θυμῷ σου ἐλέγξῃς
με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
3 ὅτι
τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ
ἐπεστήριξας ἐπ' ἐμὲ
τὴν χεῖρά σου·
4 οὐκ
ἔστιν ἴασις ἐν
τῇ σαρκί μου ἀπὸ
προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν
εἰρήνη ἐν τοῖς
ὀστέοις μου ἀπὸ
προσώπου τῶν ἁμαρτιῶν μου.
5 ὅτι
αἱ ἀνομίαι μου ὑπερῆραν
τὴν κεφαλήν μου, ὡσεὶ
φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.
6 προσώζεσαν
καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ
προσώπου τῆς ἀφροσύνης μου·
7 ἐταλαιπώρησα
καὶ κατεκάμφθην ἕως τέλους, ὅλην
τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
8 ὅτι
αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων,
καὶ οὐκ ἔστιν ἴασις ἐν
τῇ σαρκί μου·
9 ἐκακώθην
καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην
ἀπὸ στεναγμοῦ τῆς
καρδίας μου.
10 Κύριε, ἐναντίον
σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ
στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
11 ἡ
καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ
ἰσχύς μου, καὶ τὸ
φῶς τῶν ὀφθαλμῶν μου, καὶ
αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ.
12 οἱ
φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας
μου ἤγγισαν καὶ ἔστησαν,
καὶ οἱ ἔγγιστά μου ἀπὸ
μακρόθεν ἔστησαν·
13 καὶ
ἐξεβιάζοντο οἱ ζητοῦντες
τὴν ψυχήν μου, καὶ οἱ
ζητοῦντες τὰ κακά μοι ἐλάλησαν
ματαιότητας, καὶ δολιότητας ὅλην τὴν
ἡμέραν ἐμελέτησαν.
14 ἐγὼ
δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ
ἄλαλος οὐκ ἀνοίγων
τὸ στόμα αὐτοῦ·
15 καὶ
ἐγενόμην ὡσεὶ
ἄνθρωπος οὐκ ἀκούων
καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ
ἐλεγμούς.
16 ὅτι
ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ
εἰσακούσῃ, Κύριε ὁ
Θεός μου.
17 ὅτι
εἶπα· μήποτε ἐπιχαρῶσί
μοι οἱ ἐχθροί μου· καὶ ἐν
τῷ σαλευθῆναι πόδας μου ἐπ’
ἐμὲ ἐμεγαλορρημόνησαν.
18 ὅτι
ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ
ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι
διαπαντός.
19 ὅτι
τὴν ἀνομίαν μου ἐγὼ
ἀναγγελῶ καὶ
μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
20 οἱ
δὲ ἐχθροί μου ζῶσι καὶ
κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν
οἱ μισοῦντές με ἀδίκως·
21 οἱ
ἀνταποδιδόντες μοι κακὰ ἀντὶ
ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ
κατεδίωκον δικαιοσύνην, [καὶ ἀπέρριψάν
με τὸν ἀγαπητὸν ὡσεὶ
νεκρὸν ἐβδελυγμένον.]
22 μὴ
ἐγκαταλίπῃς με, Κύριε· ὁ
Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ·
23 πρόσχες εἰς
τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
ΨΑΛΜΟΣ
62
Ψαλμὸς τῷ Δαυῒδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας.
2 Ὁ
Θεὸς ὁ Θεός μου, πρὸς σὲ
ὀρθρίζω· ἐδίψησέ σε ἡ
ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν
γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
3 οὕτως
ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν
τὴν δύναμίν σου καὶ τὴν
δόξαν σου.
4 ὅτι
κρεῖσσον τὸ ἔλεός
σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί
σε.
5 οὕτως
εὐλογήσω σε ἐν τῇ
ζωῇ μου καὶ ἐν
τῷ ὀνόματί σου ἀρῶ
τὰς χεῖράς μου.
6 ὡς
ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη
ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως
αἰνέσει τὸ στόμα μου.
7 εἰ
ἐμνημόνευόν σου ἐπὶ
τῆς στρωμνῆς μου, ἐν
τοῖς ὄρθροις ἐμελέτων εἰς
σέ·
8 ὅτι
ἐγενήθης βοηθός μου, καὶ ἐν
τῇ σκέπῃ τῶν
πτερύγων σου ἀγαλλιάσομαι.
9 ἐκολλήθη
ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ
δὲ ἀντελάβετο ἡ δεξιά σου.
10 αὐτοὶ
δὲ εἰς μάτην ἐζήτησαν τὴν
ψυχήν μου, εἰσελεύσονται εἰς τὰ
κατώτατα τῆς γῆς·
11
παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
12 ὁ
δὲ βασιλεὺς εὐφρανθήσεται
ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ
ὀμνύων ἐν αὐτῷ,
ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
ΨΑΛΜΟΣ
87
Ὠιδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ· εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ τοῦ ἀποκριθῆναι· συνέσεως Αἰμὰν τῷ Ἰσραὴλίτῃ.
2 Κύριε ὁ
Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα
καὶ ἐν νυκτὶ ἐναντίον
σου·
3 εἰσελθέτω
ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον
τὸ οὖς σου εἰς τὴν
δέησίν μου.
4 ὅτι
ἐπλήσθη κακῶν ἡ
ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ
ἤγγισε·
5
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην
ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν
νεκροῖς ἐλεύθερος,
6 ὡσεὶ
τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν
οὐκ ἐμνήσθης ἔτι καὶ
αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
7 ἔθεντό
με ἐν λάκκῳ κατωτάτῳ,
ἐν σκοτεινοῖς καὶ
ἐν σκιᾷ θανάτου.
8 ἐπ'
ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ
πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ'
ἐμέ. (διάψαλμα).
9 ἐμάκρυνας
τοὺς γνωστούς μου ἀπ' ἐμοῦ,
ἔθεντό με βδέλυγμα ἑαυτοῖς,
παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
10 οἱ
ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ
πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην
τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ
τὰς χεῖράς μου·
11 μὴ
τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ
ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί
σοι;
12 μὴ
διηγήσεταί τις ἐν τάφῳ τὸ
ἔλεός σου καὶ τὴν
ἀλήθειάν σου ἐν τῇ
ἀπωλείᾳ;
13 μὴ
γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ
ἡ δικαιοσύνη σου ἐν γῇ
ἐπιλελησμένῃ;
14 κἀγὼ
πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ
τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε.
15 ἱνατί,
Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ
πρόσωπόν σου ἀπ' ἐμοῦ;
16 πτωχός εἰμι
ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς
δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
17 ἐπ'
ἐμὲ διῆλθον αἱ ὀργαί
σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με,
18 ἐκύκλωσάν
με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν,
περιέσχον με ἅμα.
19 ἐμάκρυνας
ἀπ' ἐμοῦ φίλον καὶ πλησίον καὶ
τοὺς γνωστούς μου ἀπὸ
ταλαιπωρίας.
ΨΑΛΜΟΣ
102
Τῷ Δαυῒδ.
Εὐλόγει,
ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ
ἐντός μου, τὸ ὄνομα
τὸ ἅγιον αὐτοῦ·
2 εὐλόγει,
ἡ ψυχή μου, τὸν Κύριον καὶ
μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις
αὐτοῦ·
3 τὸν
εὐιλατεύοντα πάσας τὰς ἀνομίας
σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·
4 τὸν
λυτρούμενον ἐκ φθορᾶς τὴν
ζωήν σου, τὸν στεφανοῦντά σε ἐν
ἐλέει καὶ οἰκτιρμοῖς·
5 τὸν
ἐμπιπλῶντα ἐν
ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς
ἀετοῦ ἡ νεότης σου.
6 ποιῶν
ἐλεημοσύνας ὁ Κύριος καὶ
κρίμα πᾶσι τοῖς ἀδικουμένοις.
7 ἐγνώρισε
τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς
υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
8 οἰκτίρμων
καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ
πολυέλεος·
9 οὐκ
εἰς τέλος ὀργισθήσεται, οὐδὲ
εἰς τὸν αἰῶνα μηνιεῖ·
10 οὐ
κατὰ τὰς ἀνομίας ἡμῶν
ἐποίησεν ἡμῖν,
οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν
ἀνταπέδωκεν ἡμῖν,
11 ὅτι
κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ
ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος
αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
12 καθόσον ἀπέχουσιν
ἀνατολαὶ ἀπὸ
δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν
τὰς ἀνομίας ἡμῶν.
13 καθὼς
οἰκτείρει πατὴρ υἱούς,
ᾠκτείρησεν Κύριος τοὺς φοβουμένους αὐτόν,
14 ὅτι
αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν,
ἐμνήσθη ὅτι χοῦς
ἐσμεν.
15 ἄνθρωπος,
ὡσεὶ χόρτος αἱ ἡμέραι
αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ,
οὕτως ἐξανθήσει·
16 ὅτι
πνεῦμα διῆλθεν ἐν
αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ
ἐπιγνώσεται ἔτι τὸν
τόπον αὐτοῦ.
17 τὸ
δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ
τοῦ αἰῶνος καὶ ἕως
τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ
ἡ δικαιοσύνη αὐτοῦ
ἐπὶ υἱοῖς υἱῶν
18 τοῖς
φυλάσσουσι τὴν διαθήκην αὐτοῦ
καὶ μεμνημένοις τῶν ἐντολῶν
αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
19 Κύριος ἐν
τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ,
καὶ ἡ βασιλεία αὐτοῦ
πάντων δεσπόζει.
20 εὐλογεῖτε
τὸν Κύριον, πάντες οἱ ἄγγελοι
αὐτοῦ, δυνατοὶ ἰσχύϊ
ποιοῦντες τὸν λόγον αὐτοῦ
τοῦ ἀκοῦσαι τῆς φωνῆς
τῶν λόγων αὐτοῦ.
21 εὐλογεῖτε
τὸν Κύριον, πᾶσαι αἱ
δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ
ποιοῦντες τὸ θέλημα αὐτοῦ·
22 εὐλογεῖτε
τὸν Κύριον, πάντα τὰ ἔργα
αὐτοῦ, ἐν παντὶ τόπῳ
τῆς δεσποτείας αὐτοῦ·
εὐλόγει, ἡ ψυχή μου, τὸν
Κύριον.
ΨΑΛΜΟΣ
142
Ψαλμὸς τῷ Δαυῒδ, ὅτε αὐτὸν ὁ υἱὸς καταδιώκει.
Κύριε, εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι
τὴν δέησίν μου ἐν τῇ
ἀληθείᾳ σου, εἰσάκουσόν
μου ἐν τῇ δικαιοσύνῃ σου·
2 καὶ
μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ
δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς
ζῶν.
3 ὅτι
κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς
γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν
σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
4 καὶ
ἠκηδίασεν ἐπ' ἐμὲ
τὸ πνεῦμά μου, ἐν ἐμοὶ
ἐταράχθη ἡ καρδία μου.
5 ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν
πᾶσι τοῖς ἔργοις
σου, ἐν ποιήμασι τῶν χειρῶν
σου ἐμελέτων.
6 διεπέτασα
πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς
γῆ ἄνυδρός σοι. (διάψαλμα).
7 ταχὺ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ
πνεῦμά μου· μὴ ἀποστρέψῃς
τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ,
καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς
λάκκον.
8 ἀκουστὸν
ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ
σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν
ᾗ πορεύσομαι, ὅτι πρὸς
σὲ ἦρα τὴν ψυχήν μου·
9 ἐξελοῦ
με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς
σὲ κατέφυγον.
10 δίδαξόν με
τοῦ ποιεῖν τὸ
θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά
σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ
εὐθείᾳ.
11 ἕνεκεν
τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν
τῇ δικαιοσύνῃ σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου·
12 καὶ
ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς
ἐχθρούς μου καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι
ἐγὼ δοῦλός σού εἰμι.