Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ
ΤΑΞΙΣ ΓΙΝΟΜΕΝΗ ΠΡΟ ΤΟΥ ΑΓΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ
Ὁ Ἱερεὺς φέρων Ἐπιτραχήλιον, ἐμφυσᾷ εἰς τὸ πρόσωπον τοῦ μέλλοντος φωτισθῆναι καὶ σφραγίζει μετὰ τῆς χειρὸς αὐτοῦ τὸ μέτωπον καὶ τὸ στῆθος ἐκ τρίτου λέγων:
Εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐπιτίθησι τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, λέγων τὴν παροῦσαν
Τοῦ Κυρίου δεηθῶμεν.
Ἐπὶ τῷ ὀνόματί σου Κύριε, ὁ Θεὸς τῆς ἀληθείας καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τοῦ Ἁγίου σου Πνεύματος, ἐπιτίθημι τὴν χεῖρά μου ἐπὶ τὸν δοῦλον (τὴν δούλην) σου .... τὸν καταξιωθέντα καταφυγεῖν ἐπὶ τὸ ἅγιον ὄνομά σου καὶ ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου διαφυλαχθῆναι. Ἀπόστησον ἀπ’ αὐτοῦ τὴν παλαιὰν ἐκείνην πλάνην καὶ ἔμπλησον αὐτὸν τῆς εἰς σὲ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης, ἵνα γνῶ ὅτι σὺ εἶ Θεὸς μόνος, Θεὸς ἀληθινός καὶ ὁ μονογενής σου Υἱός, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός καὶ τὸ Ἅγιόν σου Πνεῦμα. Δὸς αὐτῷ ἐν πάσαις ταῖς ἐντολαῖς σου πορευθῆναι καὶ τὰ ἀρεστά σοι φυλάξαι· ὅτι ἐὰν ποιήσῃ αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. Γράψον αὐτὸν ἐν βίβλῳ ζωῆς σου καὶ ἔνωσον αὐτὸν τῇ ποίμνῃ τῆς κληρονομίας σου· δοξασθήτω
τὸ ὄνομά σου τὸ ἅγιον ἐπ’ αὐτῷ καὶ τοῦ ἀγαπητοῦ σου Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ ζωοποιοῦ σου Πνεύματος. Ἔστωσαν οἱ ὀφθαλμοί σου ἀτενίζοντες εἰς αὐτὸν ἐν ἐλέει διαπαντός καὶ τὰ ὦτά σου τοῦ ἀκούειν τῆς φωνῆς τῆς δεήσεως αὐτοῦ.
Εὔφρανον αὐτὸν
ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ
καὶ ἐν παντὶ τῷ γένει αὐτοῦ·
Ἵνα ἐξομολογήσηταί σοι, προσκυνῶν καὶ δοξάζων τὸ ὄνομά σου τὸ μέγα καὶ ὕψιστον καὶ αἰνέσῃ σε διαπαντὸς πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
Σὲ γὰρ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν καὶ σοῦ ἐστιν ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΦΟΡΚΙΣΜΟΣ Α'
Τοῦ Κυρίου δεηθῶμεν.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ παραγενόμενος εἰς τὸν κόσμον καὶ κατασκηνώσας ἐν ἀνθρώποις, ἵνα τὴν σὴν καθέλῃ τυραννίδα καὶ τοὺς ἀνθρώπους ἐξέληται· ὃς ἐπὶ ξύλου τάς ἀντικειμένας δυνάμεις ἐθριάμβευσεν, ἡλίου σκοτισθέντος καὶ γῆς σαλευομένης, καὶ μνημάτων ἀνοιγομένων, καὶ σωμάτων Ἁγίων ἀνισταμένων· ὃς ἔλυσε θανάτῳ τὸν θάνατον, καὶ κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι, σὲ τὸν Διάβολον. Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ, τοῦ δείξαντος τὸ ξύλον τῆς ζωῆς καὶ τάξαντος τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φρουρεῖν αὐτό. Ἐπιτιμήθητι καὶ ἀναχώρησον· κατ’ ἐκείνου γάρ σε ὁρκίζω τοῦ περιπατήσαντος, ὡς ἐπὶ ξηρᾶς, ἐπὶ νῶτα θαλάσσης, καὶ ἐπιτιμήσαντος τῇ λαίλαπι τῶν ἀνέμων· οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους καὶ ἡ ἀπειλὴ τήκει ὄρη. Αὐτὸς γὰρ καὶ νῦν ἐπιτάσσει σοι δι’ ἡμῶν· Φοβήθητι, ἔξελθε, καὶ ὑπαναχώρησον ἀπὸ τοῦ πλάσματος τούτου, καὶ μὴ ὑποστρέψῃς, μηδὲ ὑποκρυβῇς ἐν αὐτῷ, μηδὲ συναντήσῃς αὐτῷ ἢ ἐνεργήσῃς, μὴ ἐν νυκτί, μὴ ἐν ἡμέρᾳ ἢ ὤρᾳ ἢ ἐν μεσημβρίᾳ· ἀλλ’ ἄπελθε εἰς τὸν ἴδιον τάρταρον, ἕως τῆς ἡτοιμασμένης μεγάλης ἡμέρας τῆς κρίσεως. Φοβήθητι τὸν Θεὸν τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἐπιβλέποντα ἀβύσσους· ὃν τρέμουσιν Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, Ἀρχαί, Ἐξουσίαι, Δυνάμεις, τὰ πολυόμματα Χερουβίμ, καὶ
τὰ ἑξαπτέρυγα Σεραφίμ· ὃν τρέμει ὁ οὐρανὸς καὶ ἡ γῆ, ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τοῦ σφραγισθέντος νεολέκτου
στρατιώτου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· κατ’ ἐκείνου γάρ σε ὁρκίζω, τοῦ περιπατοῦντος ἐπὶ πτερύγων ἀνέμων, τοῦ ποιοῦντος τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τοῦ πλάσματος τούτου σὺν πάσῃ τῇ δυνάμει καὶ τοῖς ἀγγέλοις σου. Ὅτι δεδόξασται τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΦΟΡΚΙΣΜΟΣ Β'
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Θεός, ὁ ἅγιος, ὁ φοβερὸς καὶ ἔνδοξος, ὁ ἐπὶ πᾶσι τοῖς ἔργοις καὶ τῇ ἰσχύι αὐτοῦ ἀκατάληπτος καὶ ἀνεξιχνίαστος ὑπάρχων αὐτὸς ὁ προορίσας σοι, Διάβολε, τῆς αἰωνίου κολάσεως τὴν τιμωρίαν, δι’ ἡμῶν τῶν ἀχρείων αὐτοῦ δούλων κελεύει σοι, καὶ
πάσῃ τῇ συνεργῷ σου δυνάμει, ἀποστῆναι ἀπὸ τοῦ νεωστὶ σφραγισθέντος ἐπ’ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. Ὁρκίζω σε οὖν, παμπόνηρον καὶ ἀκάθαρτον καὶ μιαρὸν καὶ ἐβδελυγμένον καὶ ἀλλότριον πνεῦμα, κατὰ τῆς δυνάμεως Ἰησοῦ Χριστοῦ, τοῦ πᾶσαν ἐξουσίαν ἔχοντος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, τοῦ εἰπόντος τῷ κωφῷ καὶ ἀλάλῳ δαίμονι· Ἔξελθε ἀπὸ τοῦ ἀνθρώπου καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Ἀναχώρησον, γνώρισον τὴν σὴν ματαίαν δύναμιν, τὴν μηδὲ χοίρων ἐξουσίαν ἔχουσαν. Ὑπομνήσθητι τοῦ ἐπιτάξαντός σοι, κατὰ τὴν σὴν αἴτησιν, εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν. Φοβήθητι τὸν Θεόν, οὗ τῷ προστάγματι ἡ γῆ καθ’ ὑδάτων ἐστήρικται· τὸν κτίσαντα τὸν οὐρανόν, καὶ στήσαντα τὰ ὅρη σταθμῷ, καὶ τάς νάπας ζυγῷ, καὶ θέντα ἄμμον θαλάσσῃ ὅριον, καὶ ἐν ὕδατι σφοδρῷ τρίβον ἀσφαλῆ· τὸν ἁπτόμενον τῶν ὀρέων καὶ καπνίζονται· τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον· τὸν ἐκτείνοντα τὸν οὐρανὸν ὡσεὶ δέρριν· τὸν στεγάζοντα ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ· τὸν θεμελιοῦντα τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸν προσκαλούμενον τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέοντα αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἔξελθε, καὶ ἀναχώρησον ἀπὸ τοῦ πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένου (εὐτρεπιζομένης). Ὁρκίζω σε κατὰ τοῦ σωτηριώδους πάθους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ τιμίου αὐτοῦ Σώματος καὶ Αἵματος, καὶ κατὰ τῆς ἐλεύσεως αὐτοῦ τῆς φοβερᾶς. Ἥξει γάρ, καὶ οὐ χρονιεῖ, κρίνων πᾶσαν τὴν γῆν, καὶ σὲ καὶ τὴν συνεργόν σου δύναμιν,
κολάσει εἰς τὴν γέενναν τοῦ πυρός, παραδοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, καὶ τὸ πῦρ οὐ σβέννυται. Ὅτι τὸ κράτος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΦΟΡΚΙΣΜΟΣ Γ΄
Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε Σαβαώθ, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, ἐπίβλεψον ἐπὶ τὸν δοῦλον (δούλην) σου, ἐκζήτησον, ἐξερεύνησον, καὶ ἀπέλασον ἀπ’ αὐτοῦ (αὐτῆς)
πάντα τὰ ἐνεργήματα τοῦ Διαβόλου. Ἐπιτίμησον τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ δίωξον αὐτά, καὶ καθάρισον τὸ ἔργον τῶν χειρῶν σου, καί, τῇ ὀξείᾳ σου χρησάμενος ἐνεργείᾳ, σύντριψον τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ (αὐτῆς)
ἐν τάχει, καὶ δὸς αὐτῷ (αὐτῇ) νίκας κατ’ αὐτοῦ καὶ τῶν ἀκαθάρτων αὐτοῦ πνευμάτων· ὅπως, τοῦ παρὰ σοῦ ἐλέους τυγχάνων (τυγχάνουσα), καταξιωθῇ τῶν ἀθανάτων καὶ ἐπουρανίων σου μυστηρίων, καὶ δόξαν σοι ἀναπέμψῃ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ὧν, Δέσποτα Κύριε, ὁ ποιήσας τὸν ἄνθρωπον κατ’ εἰκόνα σὴν καὶ ὁμοίωσιν, καὶ δοὺς αὐτῷ ἐξουσίαν ζωῆς αἰωνίου· εἶτα ἐκπεσόντα διὰ τῆς ἁμαρτίας μὴ παριδών· ἀλλ’ οἰκονομήσας διὰ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ σου τὴν σωτηρίαν τοῦ κόσμου· Αὐτὸς καὶ τὸ πλάσμα σου τοῦτο, λυτρωσάμενος ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, πρόσδεξαι εἰς τὴν βασιλείαν σου τὴν ἐπουράνιον. Διανοιξον αὐτοῦ (αὐτῆς)
τοὺς ὀφθαλμοὺς τῆς διανοίας, εἰς τὸ αὐγάσαι ἐν αὐτῷ (αὐτῇ) τὸν φωτισμὸν τοῦ Εὐαγγελίου σου. Σύζευξον τῇ ζωῇ αὐτοῦ (αὐτῆς)
Ἄγγελον φωτεινόν, ῥυόμενον αὐτὸν (αὐτὴν)
ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου, ἀπὸ συναντήματος πονηροῦ, ἀπὸ δαιμονίου μεσημβρινοῦ, ἀπὸ φαντασμάτων πονηρῶν.
Καὶ ἐμφυσᾷ αὐτῷ (αὐτὴ) τρίτον ὁ Ἱερεύς, καὶ σφραγίζει τὸ μέτωπον αὐτοῦ (αὐτῆς) καὶ τὸ στόμα, καὶ τὸ στῆθος, λέγων·
Ἐξέλασον ἀπ’ αὐτοῦ (αὐτῆς)
πᾶν πονηρὸν καὶ ἀκάθαρτον πνεῦμα, κεκρυμμένον καὶ ἐμφωλεῦον αὐτοῦ (αὐτῆς)
τῇ καρδίᾳ (καὶ λέγει τοῦτο ἐκ γ'). Πνεῦμα πλάνης, πνεῦμα πονηρίας, πνεῦμα εἰδωλολατρίας καὶ πάσης πλεονεξίας· πνεῦμα ψεύδους καὶ πάσης ἀκαθαρσίας, τῆς ἐνεργούμενης κατὰ τὴν διδασκαλίαν τοῦ Διαβόλου. Καὶ ποίησον αὐτὸν (αὐτὴν)
πρόβατον λογικὸν τῆς ἁγίας ποίμνης τοῦ Χριστοῦ σου, μέλος τίμιον τῆς Ἐκκλησίας σου, σκεῦος ἠγιασμένον, υἱὸν (θυγατέρα) φωτὸς καὶ κληρονόμον τῆς βασιλείας σου· ἵνα, κατὰ τάς ἐντολάς σου πολιτευσάμενος (πολιτευσαμένη), καὶ φυλάξας (φυλάξασα) τὴν σφραγῖδα ἄθραυστον, καὶ διατηρήσας (διατηρήσασα) τὸν χιτῶνα ἀμόλυντον, τύχῃ τῆς μακαριότητας τῶν Ἁγίων ἐν τῇ βασιλείᾳ σου. Χάριτι, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀποδυομένου δὲ καὶ ὑπολυομένου τοῦ βαπτιζομένου, εἰ ἐν ἡλικίᾳ ἐστί, στρέφει αὐτὸν ὁ Ἱερεὺς ἐπὶ δυσμάς, ἄνω τάς χεῖρας ἑνόντα, καὶ λέγει ἐκ γ'.
Ἀποτάσσῃ τῷ Σατανᾷ; Καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ; Καὶ πάσῃ τῇ λατρείᾳ αὐτοῦ; Καὶ πᾶσι τοῖς ἀγγέλοις αὐτοῦ; Καὶ πάσῃ τῇ πομπῇ αὐτοῦ;
Καὶ ἀποκρίνεται πρὸς ἕκαστον ὁ Κατηχούμενος ἢ ὁ Ἀνάδοχος αὐτοῦ, εἴ ἐστιν ὁ βαπτιζόμενος
(βαπτιζομένη) βάρβαρος ἢ παιδίον καὶ λέγει·
Ἀποτάσσομαι.
Καὶ ὅταν εἴπῃ τρίς, ἐρωτᾷ πάλιν ὁ Ἱερεὺς τὸν βαπτιζόμενον.
Ἀπετάξω τῷ Σατανᾷ;
Καὶ ἀποκρίνεται ὁ Κατηχούμενος ἢ ὁ Ἀνάδοχος αὐτοῦ.
Ἀπεταξάμην.
Καὶ ὅταν εἴπῃ τρίς, λέγει ὁ Ἱερεύς·
Καὶ ἐμφύσησον, καὶ ἔμπτυσον αὐτῷ.
Καὶ τοῦτο ποιήσαντος,
στρέφει αὐτὸν ὁ Ἱερεὺς κατὰ ἀνατολάς, κάτω τάς
χεῖρας ἔχοντα καὶ λέγει αὐτῷ τρίς.
Συντάσσῃ τῷ Χριστῷ;
Καὶ ἀποκρίνεται ὁ Κατηχούμενος ἢ ὁ Ἀνάδοχος, λέγων·
Συντάσσομαι. (ἐκ τρίτου)
Εἶτα πάλιν λέγει αὐτῷ ὁ Ἱερεὺς ἐκ τρίτου.
Συνετάξω τῷ Χριστῷ;
Καὶ ἀποκρίνεται.
Συνεταξάμην.
Καὶ πάλιν λέγει·
Καὶ πιστεύεις αὐτῷ;
Καὶ ἀποκρίνεται.
Πιστεύω αὐτῷ, ὡς Βασιλεῖ καὶ Θεῶ.
Καὶ λέγει τὸ Σύμβολον τῆς πίστεως·
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὐ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ
τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τάς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.
Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἐν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Καὶ ὅταν πληρώσῃ τὸ ἅγιον Σύμβολον,
λέγει πάλιν πρὸς αὐτὸν ἐκ τρίτου·
Συνετάξω τῷ Χριστῷ;
Καὶ ἀποκρίνεται·
Συνεταξάμην.
Καὶ λέγει ὁ Ἱερεύς·
Καὶ προσκύνησον αὐτῷ.
Καὶ προσκυνεῖ λέγων·
Προσκυνῶ Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Ὁ Ἱερεύς, ἐκφώνως·
Εὐλογητὸς ὁ Θεός, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ οὕτως ἐπεύχεται λέγων·
Τοῦ Κυρίου δεηθῶμεν.
Δέσποτα, Κύριε, ὁ Θεὸς ἡμῶν, προσκάλεσαι τὸν δοῦλον (τὴν δούλην) σου (τόνδε) (τήνδε) πρὸς τὸ ἅγιόν σου φώτισμα, καὶ καταξίωσον αὐτὸν (αὐτὴν)
τῆς μεγάλης ταύτης χάριτος τοῦ ἁγίου σου Βαπτίσματος. Ἀπόδυσον αὐτοῦ (αὐτῆς)
τὴν παλαιότητα, καὶ ἀνακαίνισον αὐτὸν (αὐτὴν)
εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ πλήρωσον αὐτὸν (αὐτὴν)
τῆς του Ἁγίου σου Πνεύματος δυνάμεως, εἰς ἕνωσιν τοῦ Χριστοῦ σου· ἵνα μηκέτι τέκνον σώματος ᾖ,
ἀλλὰ τέκνον τῆς σῆς Βασιλείας. Εὐδοκίᾳ καὶ χάριτι τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπόλυσις.
Δόξα σοι, ὃ Θεός, ἡ ἐλπίς, ἡμῶν δόξα σοι, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν...