Παρασκευή 16 Δεκεμβρίου 2011

Ευχές της Μεταλήψεως








Ευχές της Θείας Μεταλήψεως



Ψαλμὸς ΚΒ´ (22)
 

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει
· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ´ ἐμοῦ εἶ. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξει με, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
Ψαλμὸς ΚΓ´ (23)  

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς
· ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὑτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.

Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.
Ψαλμὸς ΡΙΕ´ (115)

Ἐπίστευσα, διὸ ἐλάλησα
· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου· διέῤῥηξας τοὺς δεσμούς μου. Σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ σου, Ἱερουσαλήμ.



ΕΥΧΗ Α´  (Τοῦ Μεγάλου Βασιλείου).

Δέσποτα
Κύριε Ἰησοῦ Χριστέ
, Θεὸς ἡμῶν, πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως δημιουργός, τοῦ ἀνάρχου Πατρὸς συναΐδιος Υἱὸς καὶ συνάναρχος, δι᾿ ὑπερβολὴν ἀγαθότητος ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν σάρκα φορέσας καὶ σταυρωθεὶς καὶ τυθεὶς ὑπὲρ τῶν ἀχαρίστων καὶ ἀγνωμόνων ἡμῶν καὶ τῷ οἰκείῳ σου Αἵματι ἀναπλάσας τὴν φθαρεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἡμῶν, αὐτὸς ἀθάνατε Βασιλεῦ, πρόσδεξαι κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν καὶ κλῖνον τὸ οὖς σου ἐπ᾿ ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου· ἥμαρτον γάρ Κύριε, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὔκ εἰμι ἄξιος ἀτενίσαι εἰς τὸ ὕψος τῆς δόξης σου· παρώργισα γάρ σου τὴν ἀγαθότητα, τὰς σὰς ἐντολὰς παραβὰς καὶ μὴ ὑπακούσας τοῖς σοῖς προστάγμασιν.

Ἀλλὰ σύ Κύριε, ἀνεξίκακος ὤν
, μακρόθυμός τε καὶ πολυέλεος, οὐ παρέδωκάς με συναπολέσθαι ταῖς ἀνομίαις μου, τὴν ἐμὴν πάντως ἀναμένων ἐπιστροφήν. Σὺ γὰρ εἶπας φιλάνθρωπε, διὰ τοῦ προφήτου σου, ὅτι οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· οὐ γὰρ βούλει, Δέσποτα, τὸ πλάσμα τῶν σῶν ἀπολέσθαι χειρῶν, οὐδὲ εὐδοκεῖς ἐπ᾿ ἀπωλείᾳ ἀνθρώπων, ἀλλὰ θέλεις πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διὸ κἀγώ, εἰ καὶ ἀνάξιός εἰμι τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς, ὅλον ἑμαυτὸν ὑποτάξας τῇ ἁμαρτίᾳ καὶ ταῖς ἡδοναῖς δουλώσας καὶ τὴν σὴν ἀχρειώσας εἰκόνα, ἀλλὰ ποίημα καὶ πλάσμα σὸν γεγονώς, οὐκ ἀπογινώσκω τὴν ἐμαυτοῦ σωτηρίαν ὁ ἄθλιος· τῇ δὲ σῇ ἀμετρήτῳ εὐσπλαγχνίᾳ θαῤῥήσας προσέρχομαι.

Δέξαι οὖν κἀμέ, φιλάνθρωπε Χριστέ
, ὡς τὴν Πόρνην, ὡς τὸν Λῃστήν, ὡς τὸν Τελώνην καὶ ὡς τὸν Ἄσωτον· καὶ ἆρόν μου τὸ βαρὺ φορτίον τῶν ἁμαρτιῶν, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου καὶ τὰς ἀσθενείας τῶν ἀνθρώπων ἰώμενος· ὁ τοὺς κοπιῶντας καὶ πεφορτισμένους πρὸς σεαυτὸν καλῶν καὶ ἀναπαύων· ὁ μὴ ἐλθὼν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· δίδαξόν με ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεώς μου, τῶν ἁγιασμάτων σου τὴν μερίδα ὑποδεχόμενος, ἑνωθῶ τῷ ἁγίῳ Σώματί σου καὶ Αἵματι καὶ ἕξω σε ἐν ἐμοὶ κατοικοῦντα καὶ μένοντα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι.

Ναί, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου
· καὶ μὴ εἰς κρῖμά μοι γένοιτο ἡ μετάληψις τῶν ἀχράντων καὶ ζωοποιῶν Μυστηρίων σου, μηδὲ ἀσθενὴς γενοίμην ψυχῇ τε καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν· ἀλλὰ δός μοι, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς Πνεύματος ἁγίου κοινωνίαν, εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς εὐπρόσδεκτον ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου· ὅπως ἂν κἀγώ, σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου, μέτοχος γένωμαι τῶν ἀκηράτων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε· ἐν οἷς δεδοξασμένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΕYXH B´
(τοῦ αὐτοῦ).

Οἶδα
, Κύριε
, ὅτι ἀναξίως μεταλαμβάνω τοῦ ἀχράντου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος καὶ ἔνοχός εἰμι καὶ κρῖμα ἐμαυτῷ ἐσθίω καὶ πίνω, μὴ διακρίνων τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Χριστοῦ καὶ Θεοῦ μου· ἀλλὰ τοῖς οἰκτιρμοῖς σου θαῤῥῶν, προσέρχομαί σοι τῷ εἰπόντι "Ὁ τρώγων μου τὴν Σάρκα καὶ πίνων μου τὸ Αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ."

Σπλαγχνίσθητι
οὖν Κύριε καὶ μὴ παραδειγματίσῃς με τὸν ἁμαρτωλόν, ἀλλὰ ποίησον μετ᾿ ἐμοῦ κατὰ τὸ ἔλεός σου· καὶ γενέσθω μοι τὰ ἅγια ταῦτα εἰς ἴασιν καὶ κάθαρσιν καὶ φωτισμὸν καὶ φυλακτήριον καὶ σωτηρίαν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος· εἰς ἀποτροπὴν πάσης φαντασίας καὶ πονηρᾶς πράξεως καὶ ἐνεργείας διαβολικῆς, κατὰ διάνοιαν τῆς ἐν τοῖς μέλεσί μου ἐνεργουμένης· εἰς παῤῥησίαν καὶ ἀγάπην τὴν πρὸς σέ· εἰς διόρθωσιν βίου καὶ ἀσφάλειαν· εἰς αὔξησιν ἀρετῆς καὶ τελειότητος· εἰς πλήρωσιν ἐντολῶν· εἰς Πνεύματος ἁγίου κοινωνίαν· εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου· μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.

ΕΥΧΗ Γ´  (Ἰωάννου τοῦ Χρυσοστόμου).

Κύριε
Θεός μου, οἶδα
, ὅτι οὔκ εἰμι ἄξιος οὐδὲ ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς τοῦ οἴκου τῆς ψυχῆς, διότι ὅλη ἔρημος καὶ καταπεσοῦσά ἐστι καὶ οὐκ ἔχεις παρ᾿ ἐμοὶ τόπον ἄξιον τοῦ κλῖναι τὴν κεφαλήν. Ἀλλ᾿ ὡς ἐξ ὕψους δι᾿ ἡμᾶς ἐταπείνωσας σεαυτόν, συμμετρίασον καὶ νῦν τῇ ταπεινώσει μου. Καὶ ὡς κατεδέξω ἐν τῷ σπηλαίῳ καὶ φάτνῃ ἀλόγων ἀνακλιθῆναι, οὕτω κατάδεξαι καί ἐν τῇ φάτνῃ τῆς ἀλόγου μου ψυχῆς καὶ ἐν τῷ ἐσπιλωμένῳ μου σώματι εἰσελθεῖν. Καὶ ὡς οὐκ ἀπηξίωσας εἰσελθεῖν καὶ συνδειπνῆσαι ἁμαρτωλοῖς ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, οὕτω κατάδεξαι εἰσελθεῖν καὶ εἰς τὸν οἶκον τῆς ταπεινῆς μου ψυχῆς, τοῦ λεπροῦ καὶ ἁμαρτωλοῦ. Καὶ ὡς οὐκ ἀπώσω τὴν ὁμοίαν μοι πόρνην καὶ ἁμαρτωλόν, προσερχομένην καὶ ἁπτομένην σου, οὕτω σπλαγχνίσθητι καὶ ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ, προσερχομένῳ σοι καὶ ἁπτομένῳ σου. Καὶ ὡς οὐκ ἐβδελύξω τὸ ῥυπαρὸν ἐκείνης στόμα καὶ ἐναγὲς καταφιλοῦν σε, μηδὲ ἐμοῦ βδελύξῃ τὸ ῥυπαρώτερον ἐκείνης στόμα καὶ ἐναγέστερον, μηδὲ τὰ ἔμμυσα καὶ ἀκάθαρτά μου χείλη καὶ βέβηλα καὶ τὴν ἀκαθαρτοτέραν μου γλῶσσαν.

Ἀλλὰ
γενέσθω μοι ὁ ἄνθραξ τοῦ παναγίου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος, εἰς ἁγιασμὸν καὶ φωτισμὸν καὶ ῥῶσιν τῆς ταπεινῆς μου ψυχῆς καὶ τοῦ σώματος· εἰς κουφισμὸν τοῦ βάρους τῶν πολλῶν μου πλημμελημάτων,  εἰς φυλακτήριον πάσης διαβολικῆς ἐνεργείας· εἰς ἀποτροπὴν καὶ ἐμπόδιον τῆς φαύλης μου καὶ πονηρᾶς συνηθείας· εἰς ἀπονέκρωσιν τῶν παθῶν· εἰς περιποίησιν τῶν ἐντολῶν σου· εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν. Οὐ γὰρ ὡς καταφρονῶν προσέρχομαί σοι, Χριστὲ ὁ Θεός, ἀλλ᾿ ὡς θαῤῥῶν τῇ ἀφάτῳ σου ἀγαθότητι καὶ ἵνα μή, ἐπὶ πολὺ ἀφιστάμενος τῆς κοινωνίας σου, θηριάλωτος ὑπὸ τοῦ νοητοῦ λύκου γένωμαι.

Διὸ
δέομαί σου, ὡς μόνος ὢν ἅγιος Δέσποτα, ἁγίασόν μου τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸν νοῦν καὶ τὴν καρδίαν, τοὺς νεφροὺς καὶ τὰ σπλάγχνα καὶ ὅλον με ἀνακαίνισον καὶ ῥίζωσον τὸν φόβον σου ἐν τοῖς μέλεσί μου καὶ τὸν ἁγιασμόν σου ἀνεξάλειπτον ἀπ᾿ ἐμοῦ ποίησον. Καὶ γενοῦ μοι βοηθὸς καὶ ἀντιλήπτωρ, κυβερνῶν ἐν εἰρήνῃ τὴν ζωήν μου, καταξιῶν με καὶ τῆς ἐκ τῶν δεξιῶν σου παραστάσεως μετὰ τῶν ἁγίων σου· εὐχαῖς καὶ πρεσβείαις τῆς παναχράντου σου Μητρός, τῶν ἀΰλων σου λειτουργῶν καὶ ἀχράντων Δυνάμεων καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ᾿ αἰῶνος σοι εὐαρεστησάντων. Ἀμήν.

ΕΥΧΗ Δ´
  (τοῦ αὐτοῦ).

Οὔκ
εἰμι ἱκανός, Δέσποτα Κύριε
, ἵνα εἰσέλθῃς ὑπὸ τὴν στέγην τῆς ψυχῆς μου· ἀλλ᾿ ἐπειδὴ βούλει σύ, ὡς φιλάνθρωπος οἰκεῖν ἐν ἐμοί, θαῤῥῶν προσέρχομαι. Κελεύεις, ἀναπετάσω τὰς πύλας, ἃς σὺ μόνος ἐδημιούργησας καὶ εἰσέρχῃ μετὰ φιλανθρωπίας, ὡς πέφυκας· εἰσέρχῃ καὶ φωτίζεις τὸν ἐσκοτισμένον μου λογισμόν. Πιστεύω ὡς τοῦτο ποιήσεις· οὐ γὰρ Πόρνην προσελθοῦσάν σοι μετὰ δακρύων ἀπέφυγες, οὐδὲ Τελώνην ἀπεβάλου μετανοήσαντα, οὐδὲ Λῃστὴν ἐπιγνόντα τὴν βασιλείαν σου ἀπεδίωξας, οὐδὲ Διώκτην μετανοήσαντα κατέλιπες, ὃ ἦν· ἀλλὰ τοὺς ὑπὸ τῆς μετανοίας προσαχθέντας, ἅπαντας ἐν τῷ χορῷ τῶν σῶν φίλων κατέταξας, ὁ μόνος ὑπάρχων εὐλογημένος πάντοτε, νῦν καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.

ΕΥΧΗ Ε´
  (τοῦ αὐτοῦ).

Κύριε
Ἰησοῦ Χριστέ, Θεός μου
, ἄνες, ἄφες, ἱλάσθητι καὶ συγχώρησόν μοι, τῷ ἁμαρτωλῷ καὶ ἀχρείῳ καὶ ἀναξίῳ δούλῳ σου, τὰ πταίσματα καὶ πλημμελήματα καὶ παραπτώματά μου, ὅσα σοι ἐκ νεότητός μου μέχρι τῆς παρούσης ἡμέρας καὶ ὥρας ἥμαρτον, εἴτε ἐν γνώσει καὶ ἀγνοίᾳ, εἴτε ἐν λόγοις ἔργοις ἐνθυμήμασιν διανοήμασι καὶ ἐπιτηδεύμασι καὶ πάσαις μου ταῖς αἰσθήσεσι. Καὶ τῇ πρεσβείᾳ τῆς ἀσπόρως κυησάσης σε, παναχράντου καὶ ἀειπαρθένου Μαρίας τῆς Μητρός σου, τῆς μόνης ἀκαταισχύντου ἐλπίδος καὶ προστασίας καὶ σωτηρίας μου, καταξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν ἀχράντων καὶ ἀθανάτων καὶ ζωοποιῶν καὶ φρικτῶν Μυστηρίων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον· εἰς ἁγιασμὸν καὶ φωτισμὸν καὶ ῥώμην καὶ ἴασιν καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος· καὶ εἰς ἐξάλειψιν καὶ παντελῆ ἀφανισμὸν τῶν πονηρῶν μου λογισμῶν καὶ ἐνθυμήσεων καὶ προλήψεων καὶ νυκτερινῶν φαντασιῶν τῶν σκοτεινῶν καὶ πονηρῶν πνευμάτων. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Ϛ´  (Ἰωάννου τοῦ Δαμασκηνοῦ)

Δέσποτα
Κύριε Ἰησοῦ Χριστέ
, Θεὸς ἡμῶν, μόνος ἔχων ἐξουσίαν ἀνθρώποις ἀφιέναι ἁμαρτίας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, πάριδέ μου πάντα τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ πταίσματα καὶ ἀξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν θείων καὶ ἐνδόξων καὶ ἀχράντων καὶ ζωοποιῶν σου Μυστηρίων, μὴ εἰς κόλασιν, μὴ εἰς προσθήκην ἁμαρτιῶν, ἀλλ᾿ εἰς καθαρισμὸν καὶ ἁγιασμὸν καὶ ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας· εἰς τεῖχος καὶ βοήθειαν καὶ ἀνατροπὴν τῶν ἐναντίων καὶ εἰς ἐξάλειψιν τῶν πολλῶν μου πλημμελημάτων. Σὺ γὰρ εἶ Θεὸς ἐλέους καὶ οἰκτιρμῶν καὶ φιλανθρωπίας καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΥΧΗ Ζ´  (Συμεὼν τοῦ Νέου Θεολόγου)
. . . . . .
προσκυνῶ καὶ μεγαλύνω
καὶ δοξάζω σε Θεέ μου,
ὡς εὐλογημένον ὄντα,
νῦν τε καὶ εἰς τοὺς αἰῶνας. (3)

Εὐχὴ Η´  (Συμεὼν τοῦ Μεταφραστοῦ).
. . . . . . . . .
μέλλων πάλιν ἔρχεσθαι κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, εὐδόκησον κἀμὲ προϋπαντῆσαί σοι ἐν νεφέλαις, τῷ ποιητῇ καὶ πλάστῃ μου, σὺν πᾶσι τοῖς ἁγίοις σου· ἵνα ἀτελευτήτως δοξολογῶ καὶ ἀνυμνῶ σε, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ Θ´  (Ἰωάννου τοῦ Δαμασκηνοῦ)

Πρὸ
τῶν θυρῶν τοῦ ναοῦ σου παρέστηκα
καὶ τῶν δεινῶν λογισμῶν οὐκ ἀφίσταμαι, ἀλλὰ σύ Χριστὲ Θεός, Τελώνην δικαιώσας καὶ Χαναναίαν ἐλεήσας καὶ τῷ Λῃστῇ παραδείσου πύλας ἀνοίξας, ἄνοιξόν μοι τὰ σπλάγχνα τῆς φιλανθρωπίας σου καὶ δέξαι με προσερχόμενον καὶ ἁπτόμενόν σου, ὡς τὴν Πόρνην καὶ τὴν Αἱμόῤῥουν· μὲν γάρ, τοῦ κρασπέδου σου ἁψαμένη, εὐχερῶς τὴν ἴασιν ἔλαβεν, δέ τοὺς σοὺς ἀχράντους πόδας κρατήσασα, τὴν λύσιν τῶν ἁμαρτημάτων ἐκομίσατο. Ἐγὼ δὲ ὁ ἐλεεινός, ὅλον τὸ Σῶμα τολμῶν δέξασθαι, μὴ καταφλεχθείην· ἀλλὰ δέξαι με, ὥσπερ ἐκείνας καὶ φώτισόν μου τὰ τῆς ψυχῆς αἰσθητήρια, καταφλέγων μου τὰ τῆς ἁμαρτίας ἐγκλήματα, πρεσβείαις τῆς ἀσπόρως τεκούσης σε καὶ τῶν ἐπουρανίων δυνάμεων. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ Ι´  (Ἰωάννου τοῦ Χρυσοστόμου)

Πιστεύω
Κύριε καὶ ὁμολογῶ,
ὅτι σὺ εἶ ἀληθῶς Χριστός, Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὦν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· Ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.



Ἀπερχόμενος δὲ μεταλαβεῖν, λέγε τοὺς παρόντας στίχους.

Συμεὼν τοῦ Μεταφραστοῦ:

Ἰδού, βαδίζω πρὸς θείαν κοινωνίαν·
Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ,
πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον,

ἀλλ᾿ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.

Τροπάριον
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ,
κοινωνόν με παράλαβε·
οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω,
οὐ φίλημά σοι δώσω, καθάπερ Ἰούδας·
ἀλλ᾿ ὡς Λῃστὴς ὁμολογῶ σοι·
Μνήσθητί μου Κύριε, ἐν τῇ βασιλείᾳ σου.

Στίχοι
Θεουργὸν Αἷμα φρίξον ἄνθρωπε, βλέπων,
ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·
Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει,
θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

Τροπάρια
Ἔθελξας πόθῳ με Χριστέ καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι,
ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου,
καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον,
ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.

Ἐν
ταῖς λαμπρότησι τῶν ἁγίων σου
, πῶς εἰσελεύσομαι ἀνάξιος;
Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα,
χιτών με ἐλέγχει ὅτι οὐκ ἔστι τοῦ γάμου,
καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων.
Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου
καὶ σώσόν με, ὡς φιλάνθρωπος.

Εὐχή
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, Θεός μου,
μὴ εἰς κρῖμά μοι γένοιτο τὰ Ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με,
ἀλλ᾿ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος,
καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας.
Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι,
τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Καὶ πάλιν
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ,
κοινωνόν με παράλαβε·
οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω,
οὐ φίλημά σοι δώσω, καθάπερ Ἰούδας,
ἀλλ᾿ ὡς Λῃστὴς ὁμολογῶ σοι,
"Μνήσθητί μου Κύριε, ἐν τῇ βασιλείᾳ σου."